Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

32 καὶ ἀνεχώρησε τῆς θυσίας, ὡς μὴ κοινωνοίη τοῦ αἵματος. μετὰ δὲ τὴν θυσίαν προσῆλθε καὶ ὦ βασιλεῦ, ἔφη τὴν φωνὴν τὴν Ἑλλάδα πᾶσαν γιγνώσκεις, ἢ σμικρὰ αὐτῆς ὑπὲρ τοῦ εὐξυμβόλου ἴσως καὶ τοῦ μὴ ἀηδὴς δοκεῖν, εἴ τις ἀφίκοιτο Ἕλλην; πᾶσαν εἶπεν ἴσα τῇ ἐγχωρίῳ ταύτῃ, καὶ λέγε ὅ τι βούλει, διὰ τοῦτο γάρ που ἐρωτᾷς· διὰ τοῦτο ἔφη καὶ ἄκουε· ἡ μὲν ὁρμή μοι τῆς ἀποδημίας Ἰνδοί εἰσι, παρελθεῖν δὲ οὐδʼ ὑμᾶς ἐβουλήθην, σέ τε ἀκούων ἄνδρα, οἷον ἐξ ὄνυχος ἤδη ὁρῶ, σοφίαν τε, ἥπερ ὑμῖν ἐστιν ἐπιχώριος μελετωμένη μάγοις ἀνδράσι, κατιδεῖν δεόμενος, εἰ τὰ θεῖα, ὡς λέγονται, σοφοί εἰσι· σοφία δὲ ἐμοὶ Πυθαγόρου Σαμίου ἀνδρός, ὃς θεούς τε θεραπεύειν ὧδέ με ἐδιδάξατο καὶ ξυνιέναι σφῶν ὁρωμένων τε καὶ οὐχ ὁρωμένων φοιτᾶν τε ἐς διάλεξιν θεῶν καὶ γηίνῳ τούτῳ ἐρίῳ ἐστάλθαι, οὐ γὰρ προβάτου ἐπέχθη, ἀλλʼ ἀκήρατος ἀκηράτων φύεται ὕδατός τε καὶ γῆς δῶρα ὀθόνη· καὶ αὐτὸ δὲ τὸ ἄνετον τῆς κόμης ἐκ Πυθαγόρου ἐπήσκησα, καὶ τὸ καθαρεύειν ζῴου βορᾶς ἐκ τῆς ἐκείνου μοι σοφίας ἥκει. ξυμπότης μὲν δὴ καὶ κοινωνὸς ῥᾳστώνης ἢ τρυφῆς οὔτʼ ἄν σοι γενοίμην οὔτʼ ἂν ἑτέρῳ οὐδενί, φροντίδων δὲ ἀπόρων τε καὶ δυσευρέτων δοίην ἂν λύσεις οὐ γιγνώσκων τὰ πρακτέα μόνον, ἀλλὰ καὶ προγιγνώσκων. ταῦτα ὁ Δάμις μὲν διαλεχθῆναί φησι τὸν ἄνδρα, Ἀπολλώνιος δὲ ἐπιστολὴν αὐτὰ πεποίηται, πολλὰ δὲ καὶ ἄλλα τῶν ἑαυτῷ ἐς διάλεξιν εἰρημένων ἐς ἐπιστολὰς ἀνετυπώσατο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi