Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

3 ἐγένετο Δάμις ἀνὴρ οὐκ ἄσοφος τὴν ἀρχαίαν ποτὲ οἰκῶν Νῖνον· οὗτος τῷ Ἀπολλωνίῳ προσφιλοσοφήσας ἀποδημίας τε αὐτοῦ ἀναγέγραφεν, ὧν κοινωνῆσαι καὶ αὐτός φησι, καὶ γνώμας καὶ λόγους καὶ ὁπόσα ἐς πρόγνωσιν εἶπε. καὶ προσήκων τις τῷ Δάμιδι τὰς δέλτους τῶν ὑπομνημάτων τούτων οὔπω γιγνωσκομένας ἐς γνῶσιν ἤγαγεν Ἰουλίᾳ τῇ βασιλίδι. μετέχοντι δέ μοι τοῦ περὶ αὐτὴν κύκλου — καὶ γὰρ τοὺς ῥητορικοὺς πάντας λόγους ἐπῄνει καὶ ἠσπάζετο — μεταγράψαι τε προσέταξε τὰς διατριβὰς ταύτας καὶ τῆς ἀπαγγελίας αὐτῶν ἐπιμεληθῆναι, τῷ γὰρ Νινίῳ σαφῶς μέν, οὐ μὴν δεξιῶς γε ἀπηγγέλλετο. ἐνέτυχον δὲ καὶ Μαξίμου τοῦ Αἰγιέως βιβλίῳ ξυνειληφότι τὰ ἐν Αἰγαῖς Ἀπολλωνίου πάντα, καὶ διαθῆκαι δὲ τῷ Ἀπολλωνίῳ γεγράφαται, παρʼ ὧν ὑπάρχει μαθεῖν, ὡς ὑποθειάζων τὴν φιλοσοφίαν ἐγένετο. οὐ γὰρ Μοιραγένει γε προσεκτέον βιβλία μὲν ξυνθέντι ἐς Ἀπολλώνιον τέτταρα, πολλὰ δὲ τῶν περὶ τὸν ἄνδρα ἀγνοήσαντι. ὡς μὲν οὖν ξυνήγαγον ταῦτα διεσπασμένα καὶ ὡς ἐπεμελήθην τοῦ ξυνθεῖναι αὐτά, εἴρηκα, ἐχέτω δὲ ὁ λόγος τῷ τε ἀνδρὶ τιμήν, ἐς ὃν ξυγγέγραπται, τοῖς τε φιλομαθεστέροις ὠφέλειαν· ἦ γὰρ ἂν μάθοιεν, ἃ μήπω γιγνώσκουσιν.
4 Ἀπολλωνίῳ τοίνυν πατρὶς μὲν ἦν Τύανα πόλις Ἑλλὰς ἐν τῷ Καππαδοκῶν ἔθνει, πατὴρ δὲ ὁμώνυμος, γένος ἀρχαῖον καὶ τῶν οἰκιστῶν ἀνημμένον, πλοῦτος ὑπὲρ τοὺς ἐκεῖ, τὸ δὲ ἔθνος βαθύ. κυούσῃ δὲ αὐτὸν τῇ μητρὶ φάσμα ἦλθεν Αἰγυπτίου δαίμονος ὁ Πρωτεὺς ὁ παρὰ τῷ Ὁμήρῳ ἐξαλλάττων· ἡ δὲ οὐδὲν δείσασα ἤρετο αὐτόν, τί ἀποκυήσοι· ὁ δὲ ἐμέ εἶπε. σὺ δὲ τίς; εἰπούσης Πρωτεὺς ἔφη ὁ Αἰγύπτιος θεός. ὅστις μὲν δὴ τὴν σοφίαν ὁ Πρωτεὺς ἐγένετο, τί ἂν ἐξηγοίμην τοῖς γε ἀκούουσι τῶν ποιητῶν, ὡς ποικίλος τε ἦν καὶ ἄλλοτε ἄλλος καὶ κρείττων τοῦ ἁλῶναι, γιγνώσκειν τε ὡς ἐδόκει καὶ προγιγνώσκειν πάντα; καὶ μεμνῆσθαι χρὴ τοῦ Πρωτέως, μάλιστα ἐπειδὰν προϊὼν ὁ λόγος δεικνύῃ τὸν ἄνδρα πλείω μὲν ἢ ὁ Πρωτεὺς προγνόντα, πολλῶν δὲ ἀπόρων τε καὶ ἀμηχάνων κρείττω γενόμενον ἐν αὐτῷ μάλιστα τῷ ἀπειλῆφθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi