Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

37 τοιαῦτα δὴ λαλούντων πρὸς ἀλλήλους κραυγὴ τῶν βασιλείων ἐξεφοίτησεν εὐνούχων καὶ γυναικῶν ἅμα· εἴληπτο δὲ ἄρα εὐνοῦχός τις ἐπὶ μιᾷ τῶν τοῦ βασιλέως παλλακῶν ξυγκατακείμενός τε καὶ ὁπόσα οἱ μοιχοὶ πράττων, καὶ ἦγον αὐτὸν οἱ ἀμφὶ τὴν γυναικωνῖτιν ἐπισπῶντες τῆς κόμης, ὃν δὴ ἄγονται τρόπον οἱ βασιλέως δοῦλοι. ἐπεὶ δὲ ὁ πρεσβύτατος τῶν εὐνούχων ἐρῶντα μὲν τῆς γυναικὸς πάλαι ᾐσθῆσθαι ἔφη καὶ προειρηκέναι οἱ, μὴ προσδιαλέγεσθαι αὐτῇ, μηδὲ ἅπτεσθαι δέρης ἢ χειρός, μηδὲ κοσμεῖν ταύτην μόνην τῶν ἔνδον, νῦν δὲ καὶ ξυγκατακείμενον εὑρηκέναι καὶ ἀνδριζόμενον ἐπὶ τὴν γυναῖκα, ὁ μὲν Ἀπολλώνιος ἐς τὸν Δάμιν εἶδεν, ὡς δὴ τοῦ λόγου ἀποδεδειγμένου, ὃς ἐφιλοσοφεῖτο αὐτοῖς περὶ τοῦ καὶ εὐνούχων τὸ ἐρᾶν εἶναι, ὁ δὲ βασιλεὺς πρὸς τοὺς παρόντας ἀλλʼ αἰσχρόν γε εἶπεν ὦ ἄνδρες, παρόντος ἡμῖν Ἀπολλωνίου περὶ σωφροσύνης ἡμᾶς, ἀλλὰ μὴ τοῦτον, ἀποφαίνεσθαι· τί οὖν κελεύεις, Ἀπολλώνιε, παθεῖν αὐτόν; τί δὲ ἄλλο ἢ ζῆν; εἶπε παρὰ τὴν πάντων ἀποκρινάμενος δόξαν. ἀνερυθριάσας οὖν ὁ βασιλεὺς εἶτα οὐ πολλῶν ἔφη θανάτων ἄξιος ὑφέρπων οὕτως τὴν εὐνὴν τὴν ἐμήν; ἀλλʼ οὐχ ὑπὲρ ξυγγνώμης ἔφη βασιλεῦ, ταῦτα εἶπον, ἀλλʼ ὑπὲρ τιμωρίας, ἣ ἀποκναίσει αὐτόν· εἰ γὰρ ζήσεται νοσῶν καὶ ἀδυνάτων ἁπτόμενος καὶ μήτε σῖτα μήτε ποτὰ ἥσει αὐτὸν μήτε θεάματα, ἃ σέ τε καὶ τούς σοι συνόντας εὐφρανεῖ, πηδήσεταί τε ἡ καρδία θαμὰ ἐκθρώσκοντος τοῦ ὕπνου, ὃ δὴ μάλιστα περὶ τοὺς ἐρῶντάς φασι γίγνεσθαι, καὶ, τίς μὲν οὕτω φθόη τήξει αὐτόν, τίς δὲ οὕτω λιμὸς ἐπιθρύψει τὰ σπλάγχνα; εἰ δὲ μὴ τῶν φιλοψύχων εἴη τις, αὐτός, ὦ βασιλεῦ, δεήσεταί σού ποτε καὶ ἀποκτεῖναι αὐτὸν ἢ ἑαυτόν γε ἀποκτενεῖ πολλὰ ὀλοφυρόμενος τὴν παροῦσαν ταύτην ἡμέραν, ἐν ᾗ μὴ εὐθὺς ἀπέθανε. τοῦτο μὲν δὴ τοιοῦτον τοῦ Ἀπολλωνίου καὶ οὕτω σοφόν τε καὶ ἥμερον, ἐφʼ ᾧ ὁ βασιλεὺς ἀνῆκε τὸν θάνατον τῷ εὐνούχῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi