Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

8 ἡγουμένου δὲ αὐτὸν τοῦ Εὐξένου μεγάλης διανοίας ἅπτεσθαι καὶ ἐρομένου, ὁπόθεν ἄρξοιτο ὅθεν περ οἱ ἰατροί, ἔφη καὶ γὰρ ἐκεῖνοι καθαίροντες τὰς γαστέρας τοὺς μὲν οὐδὲ νοσεῖν ἐῶσι, τοὺς δὲ ἰῶνται. καὶ εἰπὼν τοῦτο τὰς μὲν ἐμψύχους βρώσεις ὡς οὔτε καθαρὰς καὶ τὸν νοῦν παχυνούσας παρῃτήσατο, τραγήματα δὲ καὶ λάχανα ἐσιτεῖτο, καθαρὰ εἶναι φάσκων, ὁπόσα ἡ γῆ αὐτὴ δίδωσι, καὶ τὸν οἶνον καθαρὸν μὲν ἔφασκεν εἶναι πῶμα ἐκ φυτοῦ οὕτως ἡμέρου τοῖς ἀνθρώποις ἥκοντα, ἐναντιοῦσθαι δὲ τῇ τοῦ νοῦ συστάσει διαθολοῦντα τὸν ἐν τῇ ψυχῇ αἰθέρα. μετὰ δὲ τὴν κάθαρσιν τῆς γαστρὸς τοιαύτην γενομένην ἀνυποδησίαν τε ποιεῖται κόσμημα καὶ λίνου ἐσθῆτα ἀμπίσχεται παραιτησάμενος τὴν ἀπὸ τῶν ζῴων, ἀνῆκέ τε τὴν κόμην καὶ ἐν τῷ ἱερῷ ἔζη. ἐκπεπληγμένων δὲ αὐτὸν τῶν περὶ τὸ ἱερὸν καὶ τοῦ Ἀσκληπιοῦ ποτε πρὸς τὸν ἱερέα φήσαντος, ὡς χαίροι θεραπεύων τοὺς νοσοῦντας ὑπὸ Ἀπολλωνίῳ μάρτυρι, ξυνῄεσαν ἐς τὰς Αἰγὰς ἐφʼ ἱστορίᾳ Κίλικές τε αὐτοὶ καὶ οἱ πέριξ, ὅ τε Κιλίκιος λόγος ποῖ τρέχεις; ἦ ἐπὶ τὸν ἔφηβον; ἐπʼ ἐκείνῳ τε ἐλέγετο καὶ παροιμιώδη τιμὴν ἔσχεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi