Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 1

11 τό γε μὴν θύοντας ἢ ἀνατιθέντας μὴ ὑπερβάλλειν τὸ μέτριον ὧδε αὐτῷ ἐφιλοσοφεῖτο· πλειόνων γάρ ποτε ξυνεληλυθότων ἐς τὸ ἱερὸν ἄρτι ἐξεληλαμένου τοῦ Κίλικος ἤρετο τὸν ἱερέα οὑτωσί· ἆρα ἔφη οἱ θεοὶ δίκαιοι; δικαιότατοι μὲν οὖν εἶπε. τί δέ· ξυνετοί; καὶ τί ἔφη ξυνετώτερον τοῦ θείου; τὰ δὲ τῶν ἀνθρώπων ἴσασιν, ἢ ἄπειροι αὐτῶν εἰσι; καὶ μὴν τοῦτʼ ἔφη πλεονεκτοῦσι μάλιστα οἱ θεοὶ τῶν ἀνθρώπων, ὅτι οἱ μὲν ὑπʼ ἀσθενείας οὐδὲ τὰ ἑαυτῶν ἴσασι, τοῖς δὲ γιγνώσκειν ὑπάρχει τὰ ἐκείνων τε καὶ τὰ αὑτῶν. πάντα ἔφη ἄριστα, ὦ ἱερεῦ, καὶ ἀληθέστατα. ἐπεὶ τοίνυν πάντα γιγνώσκουσι, δοκεῖ μοι τὸν ἥκοντα ἐς θεοῦ καὶ χρηστὰ ἑαυτῷ ξυνειδότα τοιάνδε εὐχὴν εὔχεσθαι· ὦ θεοί, δοίητέ μοι τὰ ὀφειλόμενα· ὀφείλεται γάρ που, ὦ ἱερεῦ, τοῖς μὲν ὁσίοις τὰ ἀγαθά, τοῖς δὲ φαύλοις τἀναντία, καὶ οἱ θεοὶ οὖν εὖ ποιοῦντες, ὃν μὲν ἂν ὑγιᾶ τε καὶ ἄτρωτον κακίας εὕρωσι, πέμπουσι δήπου στεφανώσαντες οὐ χρυσοῖς στεφάνοις, ἀλλʼ ἀγαθοῖς πᾶσιν, ὃν δʼ ἂν κατεστιγμένον ἴδωσι καὶ διεφθορότα, καταλείπουσι τῇ δίκῃ, τοσοῦτον αὐτοῖς ἐπιμηνίσαντες, ὅσον ἐτόλμησαν καὶ ἱερὰ ἐσφοιτᾶν μὴ καθαροὶ ὄντες. καὶ ἅμα ἐς τὸν Ἀσκληπιὸν βλέψας φιλοσοφεῖς, ἔφη ὦ Ἀσκληπιέ, τὴν ἄρρητόν τε καὶ συγγενῆ σαυτῷ φιλοσοφίαν μὴ συγχωρῶν τοῖς φαύλοις δεῦρο ἥκειν, μηδʼ ἂν πάντα σοι τὰ ἀπὸ Ἰνδῶν καὶ Σαρδῴων ξυμφέρωσιν· οὐ γὰρ τιμῶντες τὸ θεῖον θύουσι ταῦτα καὶ ἀνάπτουσιν, ἀλλʼ ὠνούμενοι τὴν δίκην, ἣν οὐ ξυγχωρεῖτε αὐτοῖς δικαιότατοι ὄντες. πολλὰ τοιαῦτα ἐν τῷ ἱερῷ ἐφιλοσόφει ἐν ἐφήβῳ ἔτι. κἀκεῖνα τῆς ἐν Αἰγαῖς διατριβῆς·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi