Kitap 2
12
ἐπὶ δὲ τὸν Ἰνδὸν ἐλθόντες ἀγέλην ἐλεφάντων ἰδεῖν φασι περαιουμένους τὸν ποταμὸν καὶ τάδε ἀκοῦσαι περὶ τοῦ θηρίου· ὡς οἱ μὲν αὐτῶν ἕλειοι, οἱ δʼ αὖ ὄρειοι, καὶ τρίτον ἤδη γένος πεδινοί εἰσιν, ἁλίσκονταί τε ἐς τὴν τῶν πολεμικῶν χρείαν. μάχονται γὰρ δὴ ἐπεσκευασμένοι πύργους οἵους κατὰ δέκα καὶ πεντεκαίδεκα ὁμοῦ τῶν Ἰνδῶν δέξασθαι, ἀφʼ ὧν τοξεύουσί τε καὶ ἀκοντίζουσιν οἱ Ἰνδοί, καθάπερ ἐκ πυλῶν βάλλοντες. καὶ αὐτὸ δὲ τὸ θηρίον χεῖρα τὴν προνομαίαν ἡγεῖται καὶ χρῆται αὐτῇ ἐς τὸ ἀκοντίζειν. ὅσον δὲ ἵππου Νισαίου μείζων ὁ Λιβυκὸς ἐλέφας, τοσοῦτον τῶν ἐκ Λιβύης οἱ Ἰνδοὶ μείζους. περὶ δὲ ἡλικίας τοῦ ζῴου καὶ ὡς μακροβιώτατοι, εἴρηται μὲν καὶ ἑτέροις, ἐντυχεῖν δὲ καὶ οὗτοί φασιν ἐλέφαντι περὶ Τάξιλα μεγίστην τῶν ἐν Ἰνδοῖς πόλιν, ὃν μυρίζειν τε οἱ ἐπιχώριοι καὶ ταινιοῦν· εἶναι γὰρ δὴ τῶν πρὸς Ἀλέξανδρον ὑπὲρ Πώρου μεμαχημένων εἷς οὗτος, ὅν, ἐπειδὴ προθύμως ἐμεμάχητο, ἀνῆκεν ὁ Ἀλέξανδρος τῷ Ἡλίῳ. εἶναι δὲ αὐτῷ καὶ χρυσοῦ ἕλικας περὶ τοῖς εἴτʼ ὀδοῦσιν εἴτε κέρασι καὶ γράμματα ἐπʼ αὐτῶν Ἑλληνικὰ λέγοντα ΑΛΕΞΑΝΔΡΟΣ Ο ΔΙΟΣ ΤΟΝ ΑΙΑΝΤΑ ΤΩΙ ΗΛΙΩΙ. ὄνομα γὰρ τοῦτο τῷ ἐλέφαντι ἔθετο μεγάλου ἀξιώσας μέγαν. ξυνεβάλοντο δὲ οἱ ἐπιχώριοι πεντήκοντα εἶναι καὶ τριακόσια ἔτη μετὰ τὴν μάχην οὔπω λέγοντες καὶ ὁπόσα γεγονὼς ἐμάχετο.