Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

18 τὸν μὲν δὴ Ἰνδὸν ὧδε ἐπεραιώθησαν σταδίους μάλιστα τεσσαράκοντα, τὸ γὰρ πλόιμον αὐτοῦ τοσοῦτον, περὶ δὲ τοῦ ποταμοῦ τούτου τάδε γράφουσι· τὸν Ἰνδὸν ἄρχεσθαι μὲν ἐκ τοῦ Καυκάσου μείζω αὐτόθεν ἢ οἱ κατὰ τὴν Ἀσίαν ποταμοὶ πάντες, προχωρεῖν δὲ πολλοὺς τῶν ναυσιπόρων ἑαυτοῦ ποιούμενον, ἀδελφὰ δὲ τῷ Νείλῳ πράττοντα τῇ τε Ἰνδικῇ ἐπιχεῖσθαι γῆν τε ἐπάγειν τῇ γῇ καὶ παρέχειν Ἰνδοῖς τὸν Αἰγυπτίων τρόπον σπείρειν. χιόσι δʼ Αἰθιόπων τε καὶ Καταδούπων ὀρῶν ἀντιλέγειν μὲν οὐκ ἀξιῶ διὰ τοὺς εἰπόντας, οὐ μὴν ξυντίθεμαί γε λογιζόμενος τὸν Ἰνδόν, ὡς ταὐτὸν τῷ Νείλῳ ἐργάζεται μὴ νιφομένης τῆς ὑπὲρ αὐτὸν χώρας, καὶ ἄλλως τὸν θεὸν οἶδα κέρατα τῆς γῆς ξυμπάσης Αἰθίοπάς τε καὶ Ἰνδοὺς ἀποφαίνοντα μελαίνοντά τε τοὺς μὲν ἀρχομένου ἡλίου, τοὺς δὲ λήγοντος, ὃ πῶς ἂν ξυνέβαινε περὶ τοὺς ἀνθρώπους, εἰ μὴ καὶ τὸν χειμῶνα ἐθέροντο; ἣν δὲ ἀνὰ πᾶν ἔτος θάλπει γῆν ἥλιος, πῶς ἄν τις ἡγοῖτο νίφεσθαι, πῶς δʼ ἂν τὴν χιόνα χορηγὸν τοῖς ἐκείνῃ ποταμοῖς γίγνεσθαι τοῦ ὑπεραίρειν τὰ σφῶν αὐτῶν μέτρα; εἰ δὲ καὶ φοιτᾶν χιόνα ἐς τὰ οὕτω πρόσειλα, πῶς ἂν αὐτὴν ἐς τοσόνδε ἀναχυθῆναι πέλαγος; πῶς δʼ ἂν ἀποχρῆσαι ποταμῷ βυθίζοντι

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi