Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

19 Αἴγυπτον; κομιζόμενοι δὲ διὰ τοῦ Ἰνδοῦ πολλοῖς μὲν ποταμίοις ἵπποις ἐντυχεῖν φασι, πολλοῖς δὲ κροκοδείλοις, ὥσπερ οἱ τὸν Νεῖλον πλέοντες, λέγουσι δὲ καὶ ἄνθη τῷ Ἰνδῷ εἶναι, οἷα τοῦ Νείλου ἀναφύεται, καὶ τὰς ὥρας, αἳ περὶ τὴν Ἰνδικήν εἰσι, χειμῶνος μὲν ἀλεεινὰς εἶναι, θέρους δὲ πνιγηράς, πρὸς δὲ τοῦτο ἄριστα μεμηχανῆσθαι τῷ δαίμονι, τὴν γὰρ χώραν αὐτοῖς θαμὰ ὕεσθαι. φασὶ δὲ καὶ ἀκοῦσαι τῶν Ἰνδῶν, ὡς ἀφικνοῖτο μὲν ὁ βασιλεὺς ἐπὶ τὸν ποταμὸν τοῦτον, ὅτε ἀναβιβάζοιεν αὐτὸν αἱ ὧραι, θύοι δὲ αὐτῷ ταύρους τε καὶ ἵππους μέλανας — τὸ γὰρ λευκὸν ἀτιμότερον Ἰνδοὶ τίθενται τοῦ μέλανος δι᾽, οἶμαι, τὸ ἑαυτ᾽ῶν χρῶμα — θύσαντα δὲ καταποντοῦν φασι τῷ ποταμῷ χρυσοῦν μέτρον, εἰκασμένον τῷ ἀπομετροῦντι τὸν σῖτον, καὶ ἐφʼ ὅτῳ μὲν τοῦτο πράττει ὁ βασιλεύς, οὐ ξυμβαλέσθαι τοὺς Ἰνδούς, αὐτοὶ δὲ τεκμαίρεσθαι τὸ μέτρον καταποντοῦσθαι τοῦτο ἢ ὑπὲρ ἀφθονίας καρπῶν, οὓς γεωργοὶ ἀπομετροῦσιν, ἢ ὑπὲρ ξυμμετρίας τοῦ ῥεύματος, ὡς μὴ κατακλύσειε τὴν γῆν πολὺς ἀφικόμενος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi