Kitap 2
21
οὐ ξυγχωρεῖ μοι ὁ λόγος παρελθεῖν, ἃ περὶ τοῦ Πώρου τούτου ἀναγράφουσι· πρὸς διαβάσει γὰρ τοῦ Μακεδόνος ὄντος καὶ ξυμβουλευόντων αὐτῷ ἐνίων τοὺς ὑπὲρ τὸν Ὕφασίν τε καὶ τὸν Γάγγην ποταμὸν ποιεῖσθαι ξυμμάχους, οὐ γὰρ ἂν πρὸς τὴν Ἰνδικὴν πᾶσαν ξυμφρονοῦσαν παρατάξεσθαί ποτε αὐτόν εἰ τοιοῦτόν ἐστί μοι ἔφη τὸ ὑπήκοον, ὡς μὴ σώζεσθαι ἄνευ ξυμμάχων, ἐμοὶ βέλτιον τὸ μὴ ἄρχειν. ἀπαγγείλαντος δὲ αὐτῷ τινος, ὅτι Δαρεῖον ᾕρηκε βασιλέα, ἔφη ἄνδρα δὲ οὔ. τὸν δὲ ἐλέφαντα, ἐφʼ οὗ μάχεσθαι ἔμελλε, κοσμήσαντος τοῦ ὀρεωκόμου καὶ εἰπόντος οὗτος σέ, ὦ βασιλεῦ, οἴσει, ἐγὼ μὲν οὖν ἔφη τοῦτον, ἤν γε ἀνὴρ ἐμαυτῷ ὅμοιος γένωμαι. γνώμην δὲ ποιουμένων θῦσαι αὐτὸν τῷ ποταμῷ, ὡς μὴ δέξαιτο τὰς Μακεδόνων σχεδίας, μηδὲ εὔπορος τῷ Ἀλεξάνδρῳ γένοιτο, οὐκ ἔστιν ἔφη τῶν ὅπλα ἐχόντων τὸ καταρᾶσθαι. μετὰ δὲ τὴν μάχην, ὅτε καὶ τῷ Ἀλεξάνδρῳ θεῖός τε καὶ ὑπὲρ τὴν φύσιν τὴν ἀνθρωπείαν ἔδοξεν, εἰπόντος τῶν ξυγγενῶν τινος, εἰ δὲ προσεκύνησας διαβάντα, ὦ Πῶρε, οὔτʼ ἂν ἡττήθης μαχόμενος οὔτʼ ἂν τοσοῦτοι Ἰνδῶν ἀπώλοντο, οὔτʼ ἂν αὐτὸς ἐτέτρωσο, ἐγὼ τὸν Ἀλέξανδρον εἶπε φιλοτιμότατον ἀκούων ξυνῆκα, ὅτι προσκυνήσαντα μὲν δοῦλόν με ἡγήσεται, πολεμήσαντα δὲ βασιλέα, καὶ θαυμάζεσθαι μᾶλλον ἠξίουν ἢ ἐλεεῖσθαι, καὶ οὐκ ἐψεύσθην· παρασχὼν γὰρ ἐμαυτόν, οἷον Ἀλέξανδρος εἶδε, πάντα ἐν ἡμέρᾳ μιᾷ καὶ ἀπώλεσα καὶ ἐκτησάμην. τοιοῦτον μὲν τὸν Ἰνδὸν τοῦτον ἐξιστοροῦσι, γενέσθαι δέ φασιν αὐτὸν κάλλιστον Ἰνδῶν καὶ μῆκος, ὅσον οὔπω τινὰ ἀνθρώπων τῶν μετὰ τοὺς Τρωικοὺς ἄνδρας, εἶναι δὲ κομιδῇ νέον, ὅτε τῷ Ἀλεξάνδρῳ ἐπολέμει.