Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

2 προσιόντες δὲ τῷ Καυκάσῳ φασὶν εὐωδεστέρας τῆς γῆς αἰσθέσθαι· τὸ δὲ ὄρος τοῦτο ἀρχὴν ποιώμεθα Ταύρου τοῦ διʼ Ἀρμενίας τε καὶ Κιλίκων ἐπὶ Παμφύλους καὶ Μυκάλην στείχοντος, ἣ τελευτῶσα ἐς θάλατταν, ἣν Κᾶρες οἰκοῦσι, τέρμα τοῦ Καυκάσου νομίζοιτʼ ἄν, ἀλλʼ οὐχ, ὡς ἔνιοί φασιν, ἀρχή, τό τε γὰρ τῆς Μυκάλης ὕψος οὔπω μέγα καὶ αἱ ὑπερβολαὶ τοῦ Καυκάσου τοσοῦτον ἀνεστᾶσιν, ὡς σχίζεσθαι περὶ αὐτὰς τὸν ἥλιον. περιβάλλει δὲ Ταύρῳ ἑτέρῳ καὶ τὴν ὅμορον τῇ Ἰνδικῇ Σκυθίαν πᾶσαν κατὰ Μαιῶτίν τε καὶ ἀριστερὸν Πόντον, σταδίων μάλιστα δισμυρίων μῆκος, τοσοῦτον γὰρ ἐπέχει μέτρον τῆς γῆς ὁ ἀγκὼν τοῦ Καυκάσου, τὸ δὲ περὶ τοῦ ἐν τῇ ἡμεδαπῇ Ταύρου λεγόμενον, ὡς ὑπὲρ τὴν Ἀρμενίαν πορεύοιτο, χρόνῳ ἀπιστηθὲν πιστοῦνται λοιπὸν αἱ παρδάλεις, ἃς οἶδα ἁλισκομένας ἐν τῇ Παμφύλων ἀρωματοφόρῳ. χαίρουσι γὰρ τοῖς ἀρώμασι κἀκ πολλοῦ τὰς ὀσμὰς ἕλκουσαι φοιτῶσιν ἐξ Ἀρμενίας διὰ τῶν ὀρῶν πρὸς τὸ δάκρυον τοῦ στύρακος, ἐπειδὰν οἵ τε ἄνεμοι ἀπʼ αὐτοῦ πνεύσωσι καὶ τὰ δένδρα ὀπώδη γένηται. καὶ ἁλῶναί ποτέ φασιν ἐν τῇ Παμφυλίᾳ πάρδαλιν στρεπτῷ ἅμα, ὃν περὶ τῇ δέρῃ ἔφερε, χρυσοῦς δὲ ἦν καὶ ἐπεγέγραπτο Ἀρμενίοις γράμμασι ΒΑΣΙΛΕΥΣ ΑΡΣΑΚΗΣ ΘΕΩΙ ΝΥΣΙΩΙ. βασιλεὺς μὲν δὴ Ἀρμενίας τότε ἦν Ἀρσάκης, καὶ αὐτός, οἶμαι, ἰδὼν τὴν πάρδαλιν ἀνῆκε τῷ Διονύσῳ διὰ μέγεθος τοῦ θηρίου. Νύσιος γὰρ ὁ Διόνυσος ἀπὸ τῆς ἐν Ἰνδοῖς Νύσης Ἰνδοῖς τε ὀνομάζεται καὶ πᾶσι τοῖς πρὸς ἀκτῖνα ἔθνεσιν. ἡ δὲ χρόνον μέν τινα ὑπεζεύχθη ἀνθρώπῳ καὶ χεῖρα ἠνέσχετο ἐπαφωμένην τε καὶ καταψῶσαν, ἐπεὶ δὲ ἀνοίστρησεν αὐτὴν ἔαρ, ὅτε δὴ ἀφροδισίων ἥττους καὶ παρδάλεις, ἀνέθορεν ἐς τὰ ὄρη πόθῳ ἀρσένων, ὡς εἶχε τοῦ κόσμου καὶ ἥλω περὶ τὸν κάτω Ταῦρον ὑπὸ τοῦ ἀρώματος ἑλχθεῖσα. ὁ δὲ Καύκασος ὁρίζει μὲν τὴν Ἰνδικήν τε καὶ Μηδικήν, καθήκει δὲ ἐπὶ τὴν Ἐρυθρὰν θάλατταν ἑτέρῳ ἀγκῶνι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi