Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

27 ἐπεὶ δὲ ἱκανῶς διελέχθησαν περὶ τῆς ὁδοῦ τῆς παρὰ τοὺς Βραχμᾶνας, τὸν μὲν παρὰ τοῦ Βαβυλωνίου ἡγεμόνα ἐκέλευσε ξενίζειν, ὥσπερ εἰώθει τοὺς ἐκ Βαβυλῶνος ἥκοντας, τὸν δὲ παρὰ τοῦ σατράπου ἀπιέναι λαβόντα ἐφόδια, αὐτὸς δὲ λαβόμενος τῆς τοῦ Ἀπολλωνίου χειρός, καὶ κελεύσας ἀπελθεῖν τὸν ἑρμηνέα ἆρʼ ἂν ἔφη ποιήσαιό με συμπότην; ἤρετο δʼ αὐτὸν φωνῇ Ἑλλάδι. ἐκπλαγέντος δὲ τοῦ Ἀπολλωνίου καὶ τοῦ χάριν οὐκ ἐξ ἀρχῆς οὕτω διελέγου; φήσαντος ἔδεισα ἔφη θρασὺς δόξαι μὴ γιγνώσκων ἐμαυτόν, μηδʼ ὅτι βάρβαρον εἶναί με δοκεῖ τῇ τύχῃ, σοῦ δὲ ἡττηθείς, ἐπειδὴ καὶ σὲ ὁρῶ ἐμοὶ χαίροντα, οὐκ ἠδυνήθην ἐμαυτὸν κρύπτειν, ὡς δὲ μεστός εἰμι τῆς Ἑλλήνων φωνῆς, ἐν πολλοῖς δηλώσω. τί οὖν εἶπεν οὐκ αὐτὸς ἐπήγγειλας ἐμοὶ τὸ συμπόσιον, ἀλλʼ ἐμέ σοι κελεύεις ἐπαγγέλλειν; ὅτι σε ἔφη βελτίω ἐμαυτοῦ ἡγοῦμαι, τὸ γὰρ βασιλικώτερον σοφία ἔχει. καὶ ἅμα ἦγεν αὐτόν τε καὶ τοὺς ἀμφʼ αὐτόν, οὗπερ εἰώθει λοῦσθαι. τὸ δὲ βαλανεῖον παράδεισος ἦν σταδίου μῆκος, ᾧ μέση κολυμβήθρα ἐνωρώρυκτο πηγὰς ἐκδεχομένη ποτίμου τε καὶ ψυχροῦ ὕδατος, τὰ δὲ ἐφʼ ἑκάτερα δρόμοι ἦσαν, ἐν οἷς ἀκοντίῳ τε καὶ δίσκῳ τὸν Ἑλληνικὸν τρόπον ἑαυτὸν ἐξήσκει, καὶ γὰρ τὸ σῶμα ἔρρωτο ὑπό τε ἡλικίας — ἑπτὰ γὰρ καὶ εἴκοσιν ἔτη γεγονὼς ἦν — ὑπό τε τοῦ ὧδε γυμνάζεσθαι. ἐπεὶ δὲ ἱκανῶς ἔχοι, ἐπήδα ἐς τὸ ὕδωρ καὶ ἐγύμναζεν ἑαυτὸν τῷ νεῖν. ὡς δὲ ἐλούσαντο, ἐβάδιζον ἐς τὸ συσσίτιον ἐστεφανωμένοι, τουτὶ δὲ νενόμισται Ἰνδοῖς, ἐπειδὰν ἐς τοῦ βασιλέως πίνωσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi