Kitap 2
28
ἄξιον δὲ μηδὲ τὸ σχῆμα παραλιπεῖν τοῦ πότου σαφῶς γε ἀναγεγραμμένον ὑπὸ τοῦ Δάμιδος· εὐωχεῖται μὲν γὰρ ἐπὶ στιβάδος ὁ βασιλεὺς καὶ τῶν ξυγγενῶν μέχρι πέντε οἱ ἐγγύς, οἱ δὲ λοιποὶ πάντες ἐν θάκοις συσσιτοῦσι. τράπεζα δέ, ὥσπερ βωμὸς ὕψος ἐς γόνυ ἀνδρὸς ἐξῳκοδόμηται μέση, κύκλον ἐπέχουσα χοροῦ ξυμβεβλημένου ἀνδρῶν τριάκοντα, ἐφʼ ἧς δάφναι τε διαστρώννυνται καὶ κλῶνες ἕτεροι παραπλήσιοι μὲν τῇ μυρρίνῃ, φέροντες δὲ Ἰνδοῖς μύρον. ἐνταῦθα διάκεινται ἰχθῦς μὲν καὶ ὄρνιθες, διάκεινται δὲ λέοντές τε ὅλοι καὶ δορκάδες καὶ σύες καὶ τίγρεων ὀσφύες, τὰ γὰρ λοιπὰ τοῦ θηρίου παραιτοῦνται ἐσθίειν, ἐπειδὴ τὸ ζῷον τοῦτό φασιν, ὅταν πρῶτον γένηται, τοὺς ἐμπροσθίους τῶν ποδῶν ἀνίσχοντι αἴρειν τῷ Ἡλίῳ. καὶ ἀνιστάμενος ὁ δαιτυμὼν φοιτᾷ πρὸς τὴν τράπεζαν καὶ τὰ μὲν ἀνελόμενος τούτων, τὰ δὲ ἀποτεμὼν ἀπελθὼν ἐς τὸν ἑαυτοῦ θᾶκον ἐμπίπλαται θαμινὰ ἐπεσθίων τοῦ ἄρτου. ἐπειδὰν δὲ ἱκανῶς ἔχωσιν, ἐσφέρονται κρατῆρες ἀργυροῖ τε καὶ χρυσοῖ, δέκα συμπόταις ἀποχρῶν εἷς, ἀφʼ ὧν πίνουσι κύψαντες, ὥσπερ ποτιζόμενοι. μεταξὺ δὲ πίνοντες ἐπεσάγονται ἀγερωχίας ἐπικινδύνους καὶ οὐκ ἔξω τοῦ σπουδάζειν· παῖς γάρ τις, ὥσπερ ὁ τῶν ὀρχηστρίδων, ἀνερριπτεῖτο κούφως συναφιεμένου αὐτῷ βέλους ἐς τὸ ἄνω, καὶ ἐπειδὴ πολὺ ἀπὸ τῆς γῆς γένοιτο, ἐκυβίστα ὁ παῖς ὑπεραίρων ἑαυτὸν τοῦ βέλους, καὶ ἁμαρτόντι τοῦ κυβιστᾶν ἕτοιμα ἦν βεβλῆσθαι· ὁ γὰρ τοξότης πρὶν ἀφιέναι περιῄει τοὺς ξυμπότας ἐπιδεικνὺς τὴν ἀκίδα καὶ διδοὺς ἔλεγχον τοῦ βέλους. καὶ τὸ διὰ σφενδόνης δὲ τοξεῦσαι καὶ τὸ ἐς τρίχα ἱέναι καὶ τὸν υἱὸν τὸν ἑαυτοῦ σκιαγραφῆσαι βέλεσιν ἀνεστῶτα πρὸς σανίδα σπουδάζουσιν ἐν τοῖς πότοις καὶ κατορθοῦσιν αὐτὰ μεθύοντες.