Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

29 οἱ μὲν δὴ περὶ τὸν Δάμιν ἐξεπλήττοντο αὐτὰ ὡς εὔσκοπα καὶ τὴν ξυμμετρίαν τῆς τοξείας ἐθαύμαζον, ὁ δὲ Ἀπολλώνιος, ξυνεσίτει γὰρ τῷ βασιλεῖ ὁμοδιαίτῳ ὄντι, τούτοις μὲν ἧττον προσεῖχε, πρὸς δὲ τὸν βασιλέα εἰπέ μοι, ὦ βασιλεῦ, ἔφη πόθεν οὕτως ἔχεις φωνῆς Ἑλλάδος φιλοσοφία τε ἡ περὶ σὲ πόθεν ἐνταῦθα; οὐ γὰρ ἐς διδασκάλους γε οἶμαι ἀναφέρειν, ἐπεὶ μηδὲ εἶναί τινας ἐν Ἰνδοῖς εἰκὸς διδασκάλους τούτου. γελάσας οὖν ὁ βασιλεὺς οἱ μὲν παλαιοὶ ἔφη τὰς ἐρωτήσεις τῶν καταπλεόντων ἐποιοῦντο, εἰ λῃσταί εἰσιν, οὕτως αὐτὸ καίτοι χαλεπὸν ὂν κοινὸν ἡγοῦντο, ὑμεῖς δέ μοι δοκεῖτε τοὺς ἐπιφοιτῶντας ὑμῖν ἐρωτᾶν, μὴ φιλόσοφοί εἰσιν, οὕτως αὐτὸ καίτοι θειότατον τῶν κατʼ ἀνθρώπους ὂν καὶ τοῖς ἐπιτυχοῦσιν ὑπάρχειν οἴεσθε. καὶ ὅτι μὲν παρʼ ὑμῖν ταὐτὸν τῷ λῃστεύειν ἐστίν, οἶδα, ὁμοίῳ μὲν γὰρ σοὶ ἀνδρὶ οὔ φασιν εἶναι ἐντυχεῖν, τοὺς δὲ πολλοὺς, ὥσπερ σκυλεύσαντας αὐτὸ ἑτέρων περιβεβλῆσθαί τε ἀναρμόστως καὶ σοβεῖν ἀλλοτρίαν ἐσθῆτα ἐπισύροντας· καὶ νὴ Δίʼ, ὥσπερ οἱ λῃσταὶ τρυφῶσιν εἰδότες ὅτι ὑπὸ τῇ δίκῃ κεῖνται, οὕτω κἀκείνους φασὶ γαστρί τε διδόναι καὶ ἀφροδισίοις καὶ ἀμπεχόνῃ λεπτῇ. τὸ δὲ αἴτιον· νόμοι ὑμῖν, οἶμαι, εἰσίν, εἰ μὲν τὸ νόμισμα παραφθείροι τις, ἀποθνήσκειν αὐτόν, καὶ παιδίον εἴ τις παρεγγράφοι, ἢ οὐκ οἶδʼ ὅ τι ἐπὶ τούτῳ, τοὺς δὲ τὴν φιλοσοφίαν ὑποβαλλομένους ἢ παραφθείροντας οὐδείς, οἶμαι, νόμος παρʼ ὑμῖν ἴσχει, οὐδὲ ἀρχή τις ἐπʼ αὐτοὺς τέτακται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi