Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

30 παρʼ ἡμῖν δὲ ὀλίγοι μὲν τοῦ φιλοσοφεῖν ἅπτονται, δοκιμάζονται δὲ ὧδε· χρὴ τὸν νέον, ἐπειδὰν ὀκτωκαίδεκα ἔτη γεγονὼς τύχῃ, τουτὶ δʼ, οἶμαι, καὶ παρʼ ὑμῖν ἐφήβου μέτρον, ὑπὲρ τὸν Ὕφασιν ποταμὸν ἐλθεῖν παρὰ τοὺς ἄνδρας, οὓς σὺ ὥρμηκας, εἰπόντα δημοσίᾳ πρότερον ὅτι φιλοσοφήσοι, ἵνʼ ᾖ τοῖς βουλομένοις ἐξείργειν αὐτόν, εἰ μὴ καθαρὸς φοιτῴη. καθαρὸν δὲ λέγω πρῶτον μὲν τὸ ἐς πατέρα καὶ μητέρα ἧκον, μὴ περὶ αὐτοὺς ὄνειδός τι ἀναφαίνοιτο, εἶθʼ οἱ τούτων γονεῖς καὶ τρίτον γένος ἐς ἄνω, μὴ ὑβριστής τις ἢ ἀκρατὴς ἢ χρηματιστὴς ἄδικος. ὅταν δὲ μηδεμία οὐλὴ περὶ τούτους ἀναφαίνηται, μηδὲ στίγμα ὅλως μηδέν, αὐτὸν ἤδη διορᾶν τὸν νέον καὶ βασανίζειν, πρῶτον μέν, εἰ μνημονικός, εἶτα, εἰ κατὰ φύσιν αἰδήμων, ἀλλὰ μὴ πλαττόμενος τοῦτο, μὴ μεθυστικὸς μὴ λίχνος μὴ ἀλαζὼν μὴ φιλόγελως μὴ θρασὺς μὴ φιλολοίδορος, εἰ πατρὸς ὑπήκοος εἰ μητρὸς εἰ διδασκάλων εἰ παιδαγωγῶν, ἐπὶ πᾶσιν, εἰ μὴ κακὸς περὶ τὴν ἑαυτοῦ ὥραν. τὰ μὲν δὴ τῶν γειναμένων αὐτὸν καὶ οἳ ἐκείνους ἐγείναντο, ἐκ μαρτύρων ἀναλέγονται καὶ γραμμάτων, ἃ δημοσίᾳ κεῖται. ἐπειδὰν γὰρ τελευτήσῃ ὁ Ἰνδός, φοιτᾷ ἐπὶ θύρας αὐτοῦ μία ἀρχὴ τεταγμένη ὑπὸ τῶν νόμων ἀναγράφειν αὐτόν, ὡς ἐβίω, καὶ ψευσαμένῳ ἢ ψευσθέντι τῷ ἄρχοντι ἐπιτιμῶσιν οἱ νόμοι μὴ ἄρξαι αὐτὸν ἔτι ἀρχὴν μηδεμίαν, ὡς παραποιήσαντα βίον ἀνθρώπου, τὰ δὲ τῶν ἐφήβων ἐς αὐτοὺς ὁρῶντες ἀναμανθάνουσι· πολλὰ μὲν γὰρ ὀφθαλμοὶ τῶν ἀνθρωπείων ἠθῶν ἑρμηνεύουσι, πολλὰ δʼ ἐν ὀφρύσι καὶ παρειαῖς κεῖται γνωματεύειν τε καὶ θεωρεῖν, ἀφʼ ὧν σοφοί τε καὶ φυσικοὶ ἄνδρες, ὥσπερ ἐν κατόπτρῳ εἴδωλα, τοὺς νοῦς τῶν ἀνθρώπων διαθεῶνται. μεγάλων γὰρ δὴ ἀξιουμένης φιλοσοφίας ἐνταῦθα καὶ τιμὴν τούτου παρʼ Ἰνδοῖς ἔχοντος ἀνάγκη πᾶσα ἐκβασανίζεσθαί τε τοὺς ἐπʼ αὐτὴν ἰόντας ἐλέγχοις τε ὑποβεβλῆσθαι μυρίοις. ὡς μὲν δὴ ἐπὶ διδασκάλοις αὐτὸ ποιούμεθα καὶ ἐς δοκιμασίαν ἡμῖν τὸ φιλοσοφεῖν ἥκει, σαφῶς εἴρηκα, τοὐμὸν δὲ ὧδε ἔχει·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi