Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

31 ἐγὼ μὲν πάππου βασιλέως ἐγενόμην, ὃς ἦν μοι ὁμώνυμος, πατρὸς δὲ ἰδιώτου· καταλειφθεὶς γὰρ κομιδῇ νέος ἐπίτροποι μὲν αὐτῷ ἐγένοντο δύο τῶν ξυγγενῶν κατὰ τοὺς τῶν Ἰνδῶν νόμους, ἔπραττον δὲ ὑπὲρ αὐτοῦ τὰ βασιλικὰ οὐ χρηστῶς, μὰ τὸν Ἥλιον, οὐδὲ ξυμμέτρως, ὅθεν βαρεῖς τοῖς ὑπηκόοις ἐφαίνοντο καὶ ἡ ἀρχὴ κακῶς ἤκουε. ξυστάντες οὖν ἐπʼ αὐτοὺς τῶν δυνατῶν τινες ἐπιτίθενταί σφισιν ἐν ἑορτῇ καὶ κτείνουσι τῷ Ἰνδῷ θύοντας, αὐτοί τε ἐπεσπηδήσαντες τῷ ἄρχειν ξυνέσχον τὰ κοινά. δείσαντες οὖν οἱ ξυγγενεῖς περὶ τῷ πατρὶ μήπω ἑκκαίδεκα ἔτη γεγονότι πέμπουσιν αὐτὸν ὑπὲρ τὸν Ὕφασιν παρὰ τὸν ἐκεῖ βασιλέα. πλειόνων δὲ ἢ ἐγὼ ἄρχει καὶ εὐδαίμων ἡ χώρα παρὰ πολὺ τῆς ἐνταῦθα. βουλομένου δʼ αὐτὸν τοῦ βασιλέως παῖδα ποιεῖσθαι, τουτὶ μὲν παρῃτήσατο φήσας μὴ φιλονεικεῖν τῇ τύχῃ ἀφῃρημένῃ αὐτὸν τὸ ἄρχειν, ἐδεήθη δʼ αὐτοῦ ξυγχωρῆσαί οἱ φιλοσοφῆσαι βαδίσαντι παρὰ τοὺς σοφούς, καὶ γὰρ ἂν καὶ ῥᾷον καρτερῆσαι τὰ οἴκοι κακά. βουλομένου δὲ τοῦ βασιλέως καὶ κατάγειν αὐτὸν ἐπὶ τὴν πατρῴαν ἀρχήν εἰ γνησίως ἔφη φιλοσοφοῦντα αἴσθοιο, κάταγε, εἰ δὲ μή, ἔα με οὕτως ἔχειν. αὐτὸς οὖν ὁ βασιλεὺς ἥκων παρὰ τοὺς σοφοὺς μεγάλων ἂν ἔφη παρʼ αὐτῶν τυχεῖν, εἰ τοῦ παιδὸς ἐπιμεληθεῖεν γενναίου τὴν φύσιν ἤδη ὄντος, οἱ δὲ κατιδόντες τι ἐν αὐτῷ πλέον ἠσπάσαντο προσδοῦναί οἱ τῆς αὑτῶν σοφίας καὶ προθύμως ἐπαίδευον προσκείμενον πάνυ τῷ μανθάνειν. ἑβδόμῳ δὲ ἔτει νοσῶν ὁ βασιλεύς, ὅτε δὴ καὶ ἐτελεύτα, μεταπέμπεται αὐτὸν καὶ κοινωνὸν τῆς ἀρχῆς ἀποφαίνει τῷ υἱῷ τήν τε θυγατέρα ὁμολογεῖ πρὸς ὥραν οὖσαν, ὁ δέ, ἐπειδὴ τὸν τοῦ βασιλέως υἱὸν εἶδε κολάκων καὶ οἴνου καὶ τῶν τοιούτων κακῶν ἥττω μεστόν τε ὑποψιῶν πρὸς αὐτόν, σὺ μὲν ἔφη ταῦτʼ ἔχε καὶ τῆς ἀρχῆς ἁπάσης ἐμφοροῦ, καὶ γὰρ εὔηθες μηδὲ τὴν προσήκουσαν ἑαυτῷ βασιλείαν κτήσασθαι δυνηθέντα θρασέως δοκεῖν ἐπὶ τὴν μὴ προσήκουσαν ἥκειν, ἐμοὶ δὲ τὴν ἀδελφὴν δίδου, τουτὶ γὰρ μόνον ἀπόχρη μοι τῶν σῶν. καὶ λαβὼν τὸν γάμον ἔζη πλησίον τῶν σοφῶν ἐν κώμαις ἑπτὰ εὐδαίμοσιν, ἃς ἐπέδωκε τῇ ἀδελφῇ ὁ βασιλεὺς ἐς ζώνην. γίγνομαι τοίνυν ἐγὼ τοῦ γάμου τούτου καί με ὁ πατὴρ τὰ Ἑλλήνων παιδεύσας ἄγει παρὰ τοὺς σοφοὺς πρὸ ἡλικίας ἴσως, δώδεκα γάρ μοι τότε ἦν ἔτη, οἱ δὲ ἔτρεφον ἴσα καὶ ἑαυτῶν παῖδα, οὓς γὰρ ἂν ὑποδέξωνται τὴν Ἑλλήνων φωνὴν εἰδότας, ἀγαπῶσι μᾶλλον, ὡς ἐς τὸ ὁμόηθες αὐτοῖς ἤδη προσήκοντας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi