Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 2

38 ταῦτα διαλεχθέντες, καὶ γὰρ ἡμέρα ἤδη ἐτύγχανεν, ἐς τὸ ἔξω προῆλθον. καὶ ξυνεὶς ὁ Ἀπολλώνιος, ὡς χρηματίζειν δέοι τὸν βασιλέα πρεσβείαις τε καὶ τοῖς τοιούτοις σὺ μέν, ἔφη ὦ βασιλεῦ, τὰ προσήκοντα τῇ ἀρχῇ πρᾶττε, ἐμὲ δὲ τὸν καιρὸν τοῦτον ἄνες τῷ Ἡλίῳ, δεῖ γάρ με τὴν εἰθισμένην εὐχὴν εὔξασθαι. καὶ ἀκούοι γε εὐχομένου, ἔφη χαριεῖται γὰρ πᾶσιν, ὁπόσοι τῇ σοφίᾳ τῇ σῇ χαίρουσιν· ἐγὼ δὲ περιμενῶ σε ἐπανιόντα, καὶ γὰρ δικάσαι τινὰς χρὴ δίκας, αἷς παρατυχὼν τὰ μέγιστά με ὀνήσεις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi