Kitap 2
9
διαφέρονται δὲ περὶ τοῦ Διονύσου τούτου καὶ Ἕλληνες Ἰνδοῖς καὶ Ἰνδοὶ ἀλλήλοις· ἡμεῖς μὲν γὰρ τὸν Θηβαῖον ἐπʼ Ἰνδοὺς ἐλάσαι φαμὲν στρατεύοντά τε καὶ βακχεύοντα τεκμηρίοις χρώμενοι τοῖς τε ἄλλοις καὶ τῷ Πυθοῖ ἀναθήματι, ὃ δὴ ἀπόθετον οἱ ἐκεῖ θησαυροὶ ἴσχουσιν· ἔστι δὲ ἀργύρου Ἰνδικοῦ δίσκος, ᾧ ἐπιγέγραπται· ΔΙΟΝΥΣΟΣ Ο ΣΕΜΕΛΗΣ ΚΑΙ ΔΙΟΣ ΑΠΟ ΙΝΔΩΝ ΑΠΟΛΛΩΝΙ ΔΕΛΦΩΙ. Ἰνδῶν δὲ οἱ περὶ Καύκασον καὶ Κωφῆνα ποταμὸν ἐπηλύτην Ἀσσύριον αὐτόν φασιν ἐλθεῖν τὰ τοῦ Θηβαίου εἰδότα· οἱ δὲ τὴν Ἰνδοῦ τε καὶ Ὑδραώτου μέσην νεμόμενοι καὶ τὴν μετὰ ταῦτα ἤπειρον, ἣ δὴ ἐς ποταμὸν Γάγγην τελευτᾷ, Διόνυσον γενέσθαι ποταμοῦ παῖδα Ἰνδοῦ λέγουσιν, ᾧ φοιτήσαντα τὸν ἐκ Θηβῶν ἐκεῖνον θύρσου τε ἅψασθαι καὶ δοῦναι ὀργίοις, εἰπόντα δέ, ὡς εἴη Διὸς καὶ τῷ τοῦ πατρὸς ἐμβιῴη μηρῷ τόκου ἕνεκα, Μηρόν τε εὑρέσθαι παρʼ αὐτοῦ ὄρος, ᾧ προσβέβηκεν ἡ Νῦσα, καὶ τὴν Νῦσαν τῷ Διονύσῳ ἐκφυτεῦσαι ἀπάγοντα ἐκ Θηβῶν τὸ γόνυ τῆς ἀμπέλου, οὗ καὶ Ἀλέξανδρος ὀργιάσαι. οἱ δὲ τὴν Νῦσαν οἰκοῦντες οὔ φασι τὸν Ἀλέξανδρον ἀνελθεῖν ἐς τὸ ὄρος, ἀλλʼ ὁρμῆσαι μέν, ἐπειδὴ φιλότιμός τε ἦν καὶ ἀρχαιολογίας ἥττων, δείσαντα δὲ μὴ ἐς ἀμπέλους παρελθόντες οἱ Μακεδόνες, ἃς χρόνου ἤδη οὐχ ἑωράκεσαν, ἐς πόθον τῶν οἴκοι ἀπενεχθῶσιν ἢ ἐπιθυμίαν τινὰ οἴνου ἀναλάβωσιν εἰθισμένοι ἤδη τῷ ὕδατι, παρελάσαι τὴν Νῦσαν, εὐξάμενον τῷ Διονύσῳ καὶ θύσαντα ἐν τῇ ὑπωρείᾳ. καὶ γιγνώσκω μὲν οὐκ ἐς χάριν ταῦτα ἐνίοις γράφων, ἐπειδὴ οἱ ξὺν Ἀλεξάνδρῳ στρατεύσαντες οὐδὲ ταῦτα ἐς τὸ ἀληθὲς ἀνέγραψαν, δεῖ δὲ ἀληθείας ἐμοὶ γοῦν, ἣν εἰ κἀκεῖνοι ἐπῄνεσαν, οὐκ ἂν ἀφείλοντο καὶ τοῦδε τοῦ ἐγκωμίου τὸν Ἀλέξανδρον· τοῦ γὰρ ἀνελθεῖν ἐς τὸ ὄρος καὶ βακχεῦσαι αὐτόν, ἃ ἐκεῖνοι λέγουσι, μεῖζον, οἶμαι, τὸ ὑπὲρ καρτερίας τοῦ στρατοῦ μηδὲ ἀναβῆναι.