Kitap 3
17
ἐμφοροῦ ἔφη καὶ ἴωμεν. ἐλθόντες οὖν ἐπὶ πηγήν τινα ὕδατος, ἥν φησιν ὁ Δάμις ἰδὼν ὕστερον ἐοικέναι τῇ ἐν Βοιωτοῖς Δίρκῃ, πρῶτα μὲν ἐγυμνώθησαν, εἶτα ἐχρίσαντο τὰς κεφαλὰς ἠλεκτρώδει φαρμάκῳ, τὸ δὲ οὕτω τι τοὺς Ἰνδοὺς ἔθαλπεν, ὡς ἀτμίζειν τὸ σῶμα καὶ τὸν ἱδρῶτα χωρεῖν ἀστακτί, καθάπερ τῶν πυρὶ λουομένων, εἶτα ἔρριψαν ἑαυτοὺς ἐς τὸ ὕδωρ καὶ λουσάμενοι ὧδε πρὸς τὸ ἱερὸν ἐβάδιζον ἐστεφανωμένοι καὶ μεστοὶ τοῦ ὕμνου. περιστάντες δὲ ἐν χοροῦ σχήματι καὶ κορυφαῖον ποιησάμενοι τὸν Ἰάρχαν ὀρθαῖς ταῖς ῥάβδοις τὴν γῆν ἔπληξαν, ἡ δὲ κυρτωθεῖσα δίκην κύματος ἀνέπεμψεν αὐτοὺς ἐς δίπηχυ τοῦ ἀέρος. οἱ δὲ ᾖδον ᾠδήν, ὁποῖος ὁ παιὰν ὁ τοῦ Σοφοκλέους, ὃν Ἀθήνησι τῷ Ἀσκληπιῷ ᾅδουσιν. ἐπεὶ δὲ ἐς τὴν γῆν κατῆραν, καλέσας ὁ Ἰάρχας τὸ μειράκιον τὸ τὴν ἄγκυραν φέρον ἐπιμελήθητι ἔφη τῶν Ἀπολλωνίου ἑταίρων. ὁ δὲ πολλῷ θᾶττον ἢ οἱ ταχεῖς τῶν ὀρνίθων πορευθείς τε καὶ ἐπανελθὼν ἐπιμεμέλημαι ἔφη. θεραπεύσαντες οὖν τὰ πολλὰ τῶν ἱερῶν ἀνεπαύοντο ἐν τοῖς θάκοις, ὁ δὲ Ἰάρχας πρὸς τὸ μειράκιον ἔκφερε εἶπε τῷ σοφῷ Ἀπολλωνίῳ τὸν Φραώτου θρόνον, ἵνʼ ἐπʼ αὐτοῦ διαλέγοιτο.
18
ὡς δὲ ἐκάθισεν ἐρώτα, ἔφη ὅ τι βούλει, παρʼ ἄνδρας γὰρ ἥκεις πάντα εἰδότας. ἤρετο οὖν ὁ Ἀπολλώνιος, εἰ καὶ αὑτοὺς ἴσασιν, οἰόμενος αὐτόν, ὥσπερ Ἕλληνες, χαλεπὸν ἡγεῖσθαι τὸ ἑαυτὸν γνῶναι, ὁ δὲ ἐπιστρέψας παρὰ τὴν τοῦ Ἀπολλωνίου δόξαν ἡμεῖς ἔφη πάντα γιγνώσκομεν, ἐπειδὴ πρώτους ἑαυτοὺς γιγνώσκομεν, οὐ γὰρ ἂν προσέλθοι τις ἡμῶν τῇ φιλοσοφίᾳ ταύτῃ μὴ πρῶτον εἰδὼς ἑαυτόν. ὁ δὲ Ἀπολλώνιος ἀναμνησθεὶς ὧν τοῦ Φραώτου ἤκουσε καὶ ὅπως ὁ φιλοσοφήσειν μέλλων ἑαυτὸν βασανίσας ἐπιχειρεῖ, τούτῳ ξυνεχώρησε τῷ λόγῳ, τουτὶ γὰρ καὶ περὶ ἑαυτοῦ ἐπέπειστο. πάλιν οὖν ἤρετο, τίνας αὑτοὺς ἡγοῖντο, ὁ δὲ θεοὺς εἶπεν, ἐπερομένου δὲ αὐτοῦ, διὰ τί, ὅτι ἔφη ἀγαθοί ἐσμεν ἄνθρωποι. τοῦτο τῷ Ἀπολλωνίῳ τοσαύτης ἔδοξεν εὐπαιδευσίας εἶναι μεστόν, ὡς εἰπεῖν αὐτὸ καὶ πρὸς Δομετιανὸν ὕστερον ἐν τοῖς ὑπὲρ ἑαυτοῦ λόγοις.