Kitap 3
19
ἀναλαβὼν οὖν τὴν ἐρώτησιν περὶ ψυχῆς δὲ εἶπε πῶς φρονεῖτε; ὥς γε εἶπε Πυθαγόρας μὲν ὑμῖν, ἡμεῖς δὲ Αἰγυπτίοις παρεδώκαμεν. εἴποις ἂν οὖν, ἔφη καθάπερ ὁ Πυθαγόρας Εὔφορβον ἑαυτὸν ἀπέφηνεν, ὅτι καὶ σύ, πρὶν ἐς τοῦθʼ ἥκειν τὸ σῶμα, Τρώων τις ἢ Ἀχαιῶν ἦσθα ἢ ὁ δεῖνα; ὁ δὲ Ἰνδὸς Τροία μὲν ἀπώλετο εἶπεν ὑπὸ τῶν πλευσάντων Ἀχαιῶν τότε, ὑμᾶς δὲ ἀπολωλέκασιν οἱ ἐπʼ αὐτῇ λόγοι· μόνους γὰρ ἄνδρας ἡγούμενοι τοὺς ἐς Τροίαν στρατεύσαντας ἀμελεῖτε πλειόνων τε καὶ θειοτέρων ἀνδρῶν, οὓς ἥ τε ὑμετέρα γῆ καὶ ἡ Αἰγυπτίων καὶ ἡ Ἰνδῶν ἤνεγκεν. ἐπεὶ τοίνυν ἤρου με περὶ τοῦ προτέρου σώματος, εἰπέ μοι, τίνα θαυμασιώτερον ἡγῇ τῶν ἐπὶ Τροίαν τε καὶ ὑπὲρ Τροίας ἐλθόντων; ἐγὼ ἔφη Ἀχιλλέα τὸν Πηλέως τε καὶ Θέτιδος, οὗτος γὰρ δὴ κάλλιστός τε εἶναι τῷ Ὁμήρῳ ὕμνηται καὶ παρὰ πάντας τοὺς Ἀχαιοὺς μέγας ἔργα τε αὐτοῦ μεγάλα οἶδε. καὶ μεγάλων ἀξιοῖ τοὺς Αἴαντάς τε καὶ Νιρέας, οἳ μετʼ ἐκεῖνον καλοί τε αὐτῷ καὶ γενναῖοι ᾅδονται. πρὸς τοῦτον, ἔφη Ἀπολλώνιε, καὶ τὸν πρόγονον θεώρει τὸν ἐμόν, μᾶλλον δὲ τὸ πρόγονον σῶμα, τουτὶ γὰρ καὶ Πυθαγόρας Ευφορβον ἡγεῖτο.