Kitap 3
20
ἦν τοίνυν ἔφη χρόνος, ὅτʼ Αἰθίοπες μὲν ᾤκουν ἐνταῦθα, γένος Ἰνδικόν, Αἰθιοπία δʼ οὔπω ἦν, ἀλλʼ ὑπὲρ Μερόην τε καὶ Καταδούπους ὥριστο Αἴγυπτος, αὐτὴ καὶ τὰς πηγὰς τοῦ Νείλου παρεχομένη καὶ ταῖς ἐκβολαῖς ξυναπολήγουσα. ὃν μὲν δὴ χρόνον ᾤκουν ἐνταῦθα οἱ Αἰθίοπες ὑποκείμενοι βασιλεῖ Γάγγῃ, ἥ τε γῆ αὐτοὺς ἱκανῶς ἔφερβε καὶ οἱ θεοὶ σφῶν ἐπεμελοῦντο, ἐπεὶ δὲ ἀπέκτειναν τὸν βασιλέα τοῦτον, οὔτε τοῖς ἄλλοις Ἰνδοῖς καθαροὶ ἔδοξαν, οὔτε ἡ γῆ ξυνεχώρει αὐτοῖς ἵστασθαι, τήν τε γὰρ σποράν, ἣν ἐς αὐτὴν ἐποιοῦντο, πρὶν ἐς κάλυκα ἥκειν, ἔφθειρε τούς τε τῶν γυναικῶν τόκους ἀτελεῖς ἐποίει καὶ τὰς ἀγέλας πονήρως ἔβοσκε, πόλιν τε ὅποι βάλοιντο, ὑπεδίδου ἡ γῆ καὶ ὑπεχώρει κάτω. καὶ γάρ τι καὶ φάσμα τοῦ Γάγγου προϊόντας αὐτοὺς ἤλαυνεν ἐνταραττόμενον τῷ ὁμίλῳ, ὃ οὐ πρότερον ἀνῆκε, πρίν γε δὴ τοὺς αὐθέντας καὶ τοὺς τὸ αἷμα χερσὶ πράξαντας τῇ γῇ καθιέρευσαν. ἦν δὲ ἄρα ὁ Γάγγης οὗτος δεκάπηχυς μὲν τὸ μῆκος, τὴν δὲ ὥραν οἷος οὔπω τις ἀνθρώπων, ποταμοῦ δὲ Γάγγου παῖς· τὸν δὲ πατέρα τὸν ἑαυτοῦ τὴν Ἰνδικὴν ἐπικλύζοντα αὐτὸς ἐς τὴν Ἐρυθρὰν ἔτρεψε καὶ διήλλαξεν αὐτὸν τῇ γῇ, ὅθεν ἡ γῆ ζῶντι μὲν ἄφθονα ἔφερεν, ἀποθανόντι δὲ ἐτιμώρει. ἐπεὶ δὲ τὸν Ἀχιλλέα Ὅμηρος ἄγει μὲν ὑπὲρ Ἑλένης ἐς Τροίαν, φησὶ δὲ αὐτὸν δώδεκα μὲν πόλεις ἐκ θαλάττης ᾑρηκέναι, πεζῇ δὲ ἕνδεκα, γυναῖκά τε ὑπὸ τοῦ βασιλέως ἀφαιρεθέντα ἐς μῆνιν ἀπενεχθῆναι, ὅτε δὴ ἀτεράμονα καὶ ὠμὸν δόξαι, σκεψώμεθα τὸν Ἰνδὸν πρὸς ταῦτα· πόλεων μὲν τοίνυν ἑξήκοντα οἰκιστὴς ἐγένετο, αἵπερ εἰσὶ δοκιμώτατοι τῶν τῇδε — τὸ δὲ πορθεῖν πόλεις ὅστις εὐκλεέστερον ἡγεῖται τοῦ ἀνοικίζειν πόλιν οὐκ ἔστι — Σκύθας δὲ τοὺς ὑπὲρ Καύκασόν ποτε στρατεύσαντας ἐπὶ τήνδε τὴν γῆν ἀπεώσατο. τὸ δὲ ἐλευθεροῦντα τὴν ἑαυτοῦ γῆν ἄνδρα ἀγαθὸν φαίνεσθαι πολλῷ βέλτιον τοῦ δουλείαν ἐπάγειν πόλει καὶ ταῦθʼ ὑπὲρ γυναικός, ἣν εἰκὸς μηδὲ ἄκουσαν ἡρπάσθαι. ξυμμαχίας δὲ αὐτῷ γενομένης πρὸς τὸν ἄρχοντα τῆς χώρας, ἧς νῦν Φραώτης ἄρχει, κἀκείνου παρανομώτατά τε καὶ ἀσελγέστατα γυναῖκα ἀφελομένου αὐτὸν οὐ παρέλυσε τοὺς ὅρκους, οὕτω βεβαίως ὀμωμοκέναι φήσας, ὡς μηδὲ ὁπότε ἠδικεῖτο λυπεῖν αὐτόν.