Kitap 3
26
διατρίβοντας δὲ αὐτοὺς περὶ τὸν λόγον τοῦτον θόρυβος ἐκ τῆς κώμης προσέβαλεν, ἀφῖκτο δὲ ἄρα ὁ βασιλεὺς μηδικώτερον κατεσκευασμένος καὶ ὄγκου μεστός. ἀχθεσθεὶς οὖν ὁ Ἰάρχας εἰ δὲ Φραώτης ἔφη καταλύων ἐτύγχανεν, εἶδες ἂν ὥσπερ ἐν μυστηρίῳ σιωπῆς μεστὰ πάντα. ἐκ τούτου μὲν δὴ ξυνῆκεν ὁ Ἀπολλώνιος, ὡς βασιλεὺς ἐκεῖνος οὐκ ὀλίγῳ μέρει, φιλοσοφίᾳ δὲ πάσῃ τοῦ Φραώτου λείποιτο, ῥᾳθύμους δὲ ἰδὼν τοὺς σοφοὺς καὶ μηδὲν παρασκευάζοντας, ὧν δεῖ τῷ βασιλεῖ μετὰ μεσημβρίαν ἥκοντι ποῖ ἔφη ὁ βασιλεὺς διαιτήσεται; ἐνταῦθα, ἔφασαν, ὧν γὰρ ἕνεκα ἥκει, νύκτωρ διαλεγόμεθα, ἐπειδὴ καὶ βελτίων ὁ καιρὸς πρὸς βουλάς. καὶ τράπεζα ἔφη παρακείσεται ἥκοντι; νὴ Δίʼ, εἶπον παχεῖά τε καὶ πάντα ἔχουσα, ὁπόσα ἐνταῦθα. παχέως οὖν ἔφη διαιτᾶσθε; ἡμεῖς μὲν ἔφασαν λεπτῶς, πλείονα γὰρ ἡμῖν ἐξὸν σιτίζεσθαι μικροῖς χαίρομεν, τῷ δὲ βασιλεῖ πολλῶν δεῖ, βούλεται γάρ. σιτήσεται δὲ ἔμψυχον μὲν οὐδέν, οὐ γὰρ θέμις ἐνταῦθα, τραγήματα δὲ καὶ ῥίζας καὶ ὡραῖα, ὁπόσα νῦν ἡ Ἰνδικὴ ἔχει ὁπόσα τε αἱ ἐς νέωτα ὧραι δώσουσιν.