Kitap 3
28
ἐπεὶ δὲ προῄει ὁ πότος προπίνω σοι, ὁ Ἰάρχας εἶπεν ὦ βασιλεῦ, ἄνδρα Ἕλληνα τὸν Ἀπολλώνιον ὑποκεκλιμένον αὐτῷ δείξας καὶ τῇ χειρὶ προσημαίνων, ὅτι γενναῖός τε εἴη καὶ θεῖος. ὁ δὲ βασιλεὺς ἤκουσα ἔφη προσήκειν Φραώτῃ τοῦτόν τε καὶ τοὺς ἐν τῇ κώμῃ καταλύοντας. ὀρθῶς ἔφη καὶ ἀληθῶς ἤκουσας, ἐκεῖνος γὰρ κἀνταῦθα ξενίζει αὐτόν. τί ἔφη ἐπιτηδεύοντα; τί δʼ ἄλλο γε εἶπεν ἢ ἅπερ ἐκεῖνος; οὐδὲν ἔφη ξένον εἴρηκας ἀσπαζόμενον ἐπιτήδευσιν, ἣ μηδὲ ἐκείνῳ ξυνεχώρησε γενναίῳ γενέσθαι. ὁ μὲν δὴ Ἰάρχας σωφρονέστερον, ἔφη ὦ βασιλεῦ, περὶ φιλοσοφίας τε καὶ Φραώτου γίγνωσκε, τὸν μὲν γὰρ χρόνον, ὃν μειράκιον ἦσθα, ξυνεχώρει σοι ἡ νεότης τὰ τοιαῦτα, ἐπεὶ δὲ ἐς ἄνδρας ἐξαλλάττεις ἤδη, φειδώμεθα τῶν ἀνοήτων τε καὶ εὐκόλων. ὁ δὲ Ἀπολλώνιος ἑρμηνεύοντος τοῦ Ἰάρχα σοὶ δὲ τί, ἔφη ὦ βασιλεῦ, τὸ μὴ φιλοσοφῆσαι δέδωκεν; ἐμοὶ δὲ ἀρετὴν πᾶσαν καὶ τὸ εἶναί με τὸν αὐτὸν τῷ Ἡλίῳ. ὁ δὲ ἐπιστομίζων αὐτοῦ τὸν τῦφον εἰ ἐφιλοσόφεις, εἶπεν οὐκ ἂν ταῦτα ᾤου. σὺ δέ, ἐπειδὴ φιλοσοφεῖς, ὦ βέλτιστε, ἔφη τί περὶ σαυτοῦ οἴει; τό γε ἀνὴρ ἔφη ἀγαθὸς δοκεῖν, εἰ φιλοσοφοίην. ἀνατείνας οὖν τὴν χεῖρα ἐς τὸν οὐρανὸν νὴ τὸν Ἥλιον, ἔφη Φραώτου μεστὸς ἥκεις. ὁ δὲ ἕρμαιόν γε ἐποιήσατο τὸν λόγον καὶ ὑπολαβὼν οὐ μάτην ἀποδεδήμηταί μοι, εἶπεν εἰ Φραώτου μεστὸς γέγονα· εἰ δὲ κἀκείνῳ νῦν ἐντύχοις, πάνυ φήσεις αὐτὸν ἐμοῦ μεστὸν εἶναι, καὶ γράφειν δὲ ὑπὲρ ἐμοῦ πρὸς σὲ ἐβούλετο, ἀλλʼ ἐπειδὴ ἔφασκεν ἄνδρα ἀγαθὸν εἶναί σε, παρῃτησάμην τὸν ὄχλον τῆς ἐπιστολῆς, ἐπεὶ μηδὲ ἐκείνῳ τις ὑπὲρ ἐμοῦ ἐπέστειλεν.
29
ἡ μὲν δὴ πρώτη παροινία τοῦ βασιλέως ἐνταῦθα ἔληξεν· ἀκούσας γὰρ ἐπαινεῖσθαι αὑτὸν ὑπὸ τοῦ Φραώτου τῆς τε ὑποψίας ἐπελάθετο καὶ ὑφεὶς τοῦ τόνου χαῖρε, ἔφη ἀγαθὲ ξένε. ὁ δὲ Ἀπολλώνιος καὶ σύ, βασιλεῦ, εἶπεν ἔοικας γὰρ νῦν ἥκοντι. τίς σε ἔφη πρὸς ἡμᾶς ἤγαγεν; οὗτοι εἶπεν οἱ θεοί τε καὶ σοφοὶ ἄνδρες. περὶ ἐμοῦ δέ, ἔφη ὦ ξένε, τίς λόγος ἐν τοῖς Ἕλλησιν; ὅσος γε εἶπε καὶ περὶ Ἑλλήνων ἐνταῦθα. οὐδὲν, ἔφη τῶν παρʼ Ἕλλησιν ἔγωγε λόγου ἀξιῶ. ἀπαγγελῶ ταῦτα, εἶπε καὶ στεφανώσουσί σε ἐν Ὀλυμπίᾳ.