Kitap 3
33
πιόντας δὲ αὐτοὺς ἐδέξατο ἡ γῆ εὐναῖς, ἃς αὐτὴ ὑπεστόρνυ. ἐπεὶ δὲ νὺξ μέση ἐγένετο, πρῶτον μὲν ἀναστάντες τὴν ἀκτῖνα μετέωροι ὕμνησαν, ὥσπερ ἐν τῇ μεσημβρίᾳ, εἶτα τῷ βασιλεῖ ξυνεγένοντο, ὁπόσα ἐδεῖτο. παρατυχεῖν μὲν οὖν τὸν Ἀπολλώνιον οἷς ἐσπούδασεν ὁ βασιλεὺς οὔ φησιν ὁ Δάμις, οἴεσθαι δʼ αὐτὸν περὶ τῶν τῆς ἀρχῆς ἀπορρήτων τὴν ξυνουσίαν πεποιῆσθαι. θύσας οὖν ἅμα ἡμέρᾳ προσῆλθε τῷ Ἀπολλωνίῳ καὶ ἐκάλει ἐπὶ ξένια ἐς τὰ βασίλεια, ζηλωτὸν ἀποπέμψειν φάσκων ἐς Ἕλληνας, ὁ δὲ ἐπῄνει μὲν ταῦτα, οὐ μὴν ἐπιδώσειν γε ἑαυτὸν ἔφασκεν ἀνδρὶ μηδὲν ὁμοίῳ, καὶ ἄλλως πλείω χρόνον ἀποδημῶν τοῦ εἰκότος αἰσχύνεσθαι τοὺς οἴκοι φίλους ὑπερορᾶσθαι δοκοῦντας. ἀντιβολεῖν δὲ τοῦ βασιλέως φάσκοντος καὶ ἀνελευθέρως ἤδη προσκειμένου βασιλεὺς ἔφη ταπεινότερον αὑτοῦ περὶ ὧν αἰτεῖ διαλεγόμενος ἐπιβουλεύει. προσελθὼν οὖν ὁ Ἰάρχας ἀδικεῖς, εἶπεν ὦ βασιλεῦ, τὸν ἱερὸν οἶκον ἀπάγων ἐνθένδε ἄνδρα ἄκοντα, καὶ ἄλλως τῶν προγιγνωσκόντων οὗτος ὢν οἶδε τὴν ξυνουσίαν αὐτῷ τὴν πρὸς σὲ μὴ ἐπʼ ἀγαθῷ τῷ ἑαυτοῦ ἐσομένην, ἴσως δὲ οὐδʼ αὐτῷ σοι χρηστόν τι ἕξουσαν.