Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 3

34 ὁ μὲν δὴ κατῄει ἐς τὴν κώμην, ὁ γὰρ θεσμὸς τῶν σοφῶν οὐ ξυνεχώρει τῷ βασιλεῖ ξυνεῖναί σφισιν ὑπὲρ μίαν ἡμέραν, ὁ δὲ Ἰάρχας πρὸς τὸν ἄγγελον καὶ Δάμιν εἶπε τῶν δεῦρο ἀπορρήτων ἀξιοῦμεν καὶ ἡκέτω, τῶν δὲ ἄλλων ἐπιμελοῦ ἐν τῇ κώμῃ. Ὡς δὲ ἀφίκετο, ξυνιζήσαντες, ὥσπερ εἰώθεσαν, ξυνεχώρουν τῷ Ἀπολλωνίῳ ἐρωτᾶν, ἤρετό τε ἐκ τίνων ξυγκεῖσθαι τὸν κόσμον ἡγοῖντο, οἱ δὲ ἔφασαν ἐκ στοιχείων. μῶν ἔφη τεττάρων; οὐ τεττάρων, ἔφη ὁ Ἰάρχας ἀλλὰ πέντε. καὶ τί ἂν ἔφη πέμπτον γένοιτο παρὰ τὸ ὕδωρ τε καὶ τὸν ἀέρα καὶ τὴν γῆν καὶ τὸ πῦρ; ὁ αἰθήρ, εἶπεν ὃν ἡγεῖσθαι χρὴ γένεσιν θεῶν εἶναι, τὰ μὲν γὰρ τοῦ ἀέρος ἕλκοντα θνητὰ πάντα, τὰ δὲ τοῦ αἰθέρος ἀθάνατά τε καὶ θεῖα. πάλιν ἤρετο, τί τῶν στοιχείων πρῶτον γένοιτο, ὁ δὲ Ἰάρχας ὁμοῦ ἔφη πάντα, τὸ γὰρ ζῷον κατὰ μέρος οὐ τίκτεται. ζῷον ἔφη ἡγῶμαι τὸν κόσμον; ἤν γε ἔφη ὑγιῶς γιγνώσκῃς, αὐτὸς γὰρ ζωογονεῖ πάντα. θῆλυν εἶπεν αὐτὸν καλῶμεν ἢ τῆς ἄρσενός τε καὶ ἀντικειμένης φύσεως; ἀμφοῖν, ἔφη αὐτὸς γὰρ αὑτῷ ξυγγιγνόμενος τὰ μητρός τε καὶ πατρὸς ἐς τὴν ζωογονίαν πράττει ἔρωτά τε ἑαυτοῦ ἴσχει θερμότερον ἢ ἕτερόν τι ἑτέρου, ὃς ἁρμόττει αὐτὸν καὶ ξυνίστησιν· ἀπεικὸς δὲ οὐδὲν ἑαυτῷ ξυμφύεσθαι. καὶ ὥσπερ χειρῶν τε καὶ ποδῶν ἔργον πεποίηται ἡ τοῦ ζῴου κίνησις καὶ ὁ ἐν αὐτῷ νοῦς, ὑφʼ οὗ ὁρμᾷ, οὕτως ἡγώμεθα καὶ τὰ μέρη τοῦ κόσμου διὰ τὸν ἐκείνου νοῦν ἐπιτήδεια παρέχειν αὑτὰ τοῖς τικτομένοις τε καὶ κυουμένοις πᾶσι. καὶ γὰρ τὰ πάθη τὰ ἐξ αὐχμῶν φοιτῶντα κατὰ τὸν ἐκείνου φοιτᾷ νοῦν, ἐπειδὰν ἐκπεσοῦσα ἡ δίκη τῶν ἀνθρώπων ἀτίμως πράττῃ, ποιμαίνεταί τε χειρὶ οὐ μιᾷ τόδε τὸ ζῷον, ἀλλὰ πολλαῖς τε καὶ ἀρρήτοις, αἷς χρῆται, ἀχαλίνωτον μὲν διὰ μέγεθος, εὐήνιον δὲ κινεῖται καὶ εὐάγωγον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi