Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 3

35 καὶ παράδειγμα μὲν οὐκ οἶδʼ ὅ τι ἀρκέσει τῷ λόγῳ μεγίστῳ τε ὄντι καὶ πρόσω ἐννοίας, ὑποκείσθω δὲ ναῦς, οἵαν Αἰγύπτιοι ξυντιθέντες ἐς τὴν θάλατταν τὴν ἡμεδαπὴν ἀφιᾶσιν ἀγωγίμων Ἰνδικῶν ἀντιδιδόντες Αἰγύπτια, θεσμοῦ γὰρ παλαιοῦ περὶ τὴν Ἐρυθρὰν ὄντος, ὃν βασιλεὺς Ἐρύθρας ἐνόμισεν, ὅτε τῆς θαλάττης ἐκείνης ἦρχε, μακρῷ μὲν πλοίῳ μὴ ἐσπλεῖν ἐς αὐτὴν Αἰγυπτίους, στρογγύλῃ δʼ αὖ μιᾷ νηὶ χρῆσθαι, σοφίζονται πλοῖον Αἰγύπτιοι πρὸς πολλὰ τῶν παρʼ ἑτέροις καὶ παραπλευρώσαντες αὐτὸ ἁρμονίαις, ὁπόσαι ναῦν ξυνιστᾶσι, τοίχοις τε ὑπεράραντες καὶ ἱστῷ καὶ πηξάμενοι πλείους οἰκίας, οἵας ἐπὶ τῶν σελμάτων, πολλοὶ μὲν κυβερνῆται τῆς νεὼς ταύτης ὑπὸ τῷ πρεσβυτάτῳ τε καὶ σοφωτάτῳ πλέουσι, πολλοὶ δὲ κατὰ πρῷραν ἄρχοντες ἄριστοί τε καὶ δεξιοὶ ναῦται καὶ πρὸς ἱστία πηδῶντες, ἔστι δέ τι τῆς νεὼς ταύτης καὶ ὁπλιτεῦον, πρὸς γὰρ τοὺς κολπίτας βαρβάρους, οἳ ἐν δεξιᾷ τοῦ ἔσπλου κεῖνται, παρατάττεσθαι δεῖ τὴν ναῦν, ὅτε ληίζοιντο αὐτὴν ἐπιπλέοντες. τοῦτο ἡγώμεθα καὶ περὶ τόνδε τὸν κόσμον εἶναι, θεωροῦντες αὐτὸν πρὸς τὸ τῆς ναυτιλίας σχῆμα, τὴν μὲν γὰρ δὴ πρώτην καὶ τελεωτάτην ἕδραν ἀποδοτέον θεῷ γενέτορι τοῦδε τοῦ ζῴου, τὴν δὲ ἐπʼ ἐκείνῃ θεοῖς, οἳ τὰ μέρη αὐτοῦ κυβερνῶσι, καὶ τῶν γε ποιητῶν ἀποδεχώμεθα, ἐπειδὰν πολλοὺς μὲν φάσκωσιν ἐν τῷ οὐρανῷ θεοὺς εἶναι, πολλοὺς δὲ ἐν θαλάττῃ, πολλοὺς δὲ ἐν πηγαῖς τε καὶ νάμασι, πολλοὺς δὲ περὶ γῆν, εἶναι δὲ καὶ ὑπὸ γῆν τινας. τὸν δὲ ὑπὸ γῆν τόπον, εἴπερ ἐστίν, ἐπειδὴ φρικώδη αὐτὸν καὶ φθαρτικὸν ᾅδουσιν, ἀποτάττωμεν τοῦ κόσμου.
36 ταῦτα τοῦ Ἰνδοῦ διελθόντος ἐκπεσεῖν ὁ Δάμις ἑαυτοῦ φησιν ὑπʼ ἐκπλήξεως καὶ ἀναβοῆσαι μέγα, μὴ γὰρ ἄν ποτε νομίσαι ἄνδρα Ἰνδὸν ἐς τοῦτο ἐλάσαι γλώττης Ἑλλάδος, μηδʼ ἄν, εἴπερ τὴν γλῶτταν ἠπίστατο, τοσῇδε εὐροίᾳ καὶ ὥρᾳ διελθεῖν ταῦτα. ἐπαινεῖ δὲ αὐτοῦ καὶ βλέμμα καὶ μειδίαμα καὶ τὸ μὴ ἀθεεὶ δοκεῖν ἐκφέρειν τὰς δόξας. τόν τοι Ἀπολλώνιον εὐσχημόνως τε καὶ ἀψοφητὶ τοῖς λόγοις χρώμενον ὅμως ἐπιδοῦναι μετὰ τὸν Ἰνδὸν τοῦτον, καὶ ὅπου καθήμενος διαλέγοιτο, θαμὰ δὲ τοῦτο ἔπραττε, προσεοικέναι τῷ Ἰάρχᾳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi