Kitap 3
37
ἐπαινεσάντων δὲ τῶν ἄλλων πρὸς τῇ φωνῇ τὰ εἰρημένα, πάλιν ὁ Ἀπολλώνιος ἤρετο, πότερα τὴν θάλατταν μείζω ἡγοῖντο ἢ τὴν γῆν, ὁ δὲ Ἰάρχας εἰ μὲν πρὸς τὴν θάλατταν ἔφη ἡ γῆ ἐξετάζοιτο, μείζων ἔσται, τὴν γὰρ θάλατταν αὕτη ἔχει, εἰ δὲ πρὸς πᾶσαν τὴν ὑγρὰν οὐσίαν θεωροῖτο, ἥττω τὴν γῆν ἀποφαινοίμεθα ἄν, καὶ γὰρ ἐκείνην τὸ ὕδωρ φέρει.