Kitap 3
46
περὶ μέντοι τῆς ψήφου τῆς ἐπισπωμένης τε καὶ ξυνδούσης ἑαυτῇ λίθους ἑτέρας οὐ χρὴ ἀπιστεῖν· ἔστι γάρ σοι καὶ ἰδεῖν τὴν λίθον καὶ θαυμάσαι τὰ ἐν αὐτῇ πάντα. γίγνεται μὲν γὰρ ἡ μεγίστη κατὰ ὄνυχα δακτύλου τούτου, δείξας τὸν ἑαυτοῦ ἀντίχειρα κυίσκεται δὲ ἐν γῇ κοίλῃ βάθος ὀργυιαὶ τέτταρες, τοσοῦτον δὲ αὐτῇ περίεστι τοῦ πνεύματος, ὡς ὑποιδεῖν τὴν γῆν καὶ κατὰ πολλὰ ῥήγνυσθαι κυισκομένης ἐν αὐτῇ τῆς λίθου. μαστεῦσαι δὲ αὐτὴν οὐδενὶ ἔξεστιν, ἀποδιδράσκει γάρ, εἰ μὴ μετὰ λόγου ἀνασπῷτο ἀλλʼ ἡμεῖς μόνοι τὰ μὲν δράσαντες, τὰ δὲ εἰπόντες ἀναιρούμεθα τὴν παντάρβην· ὄνομα γὰρ αὐτῇ τοῦτο. νύκτωρ μὲν οὖν ἡμέραν ἀναφαίνει, καθάπερ τὸ πῦρ, ἔστι γὰρ πυρσὴ καὶ ἀκτινώδης, εἰ δὲ μεθʼ ἡμέραν ὁρῷτο, βάλλει τοὺς ὀφθαλμοὺς μαρμαρυγαῖς μυρίαις. τὸ δὲ ἐν αὐτῇ φῶς πνεῦμά ἐστιν ἀρρήτου ἰσχύος, πᾶν γὰρ τὸ ἐγγὺς ἐσποιεῖ αὑτῇ. τί λέγω τὸ ἐγγύς; ἔστι σοι λίθους, ὁπόσας βούλει, καταποντῶσαί ποι ἢ τῶν ποταμῶν ἢ τῆς θαλάττης καὶ μηδὲ ἐγγὺς ἀλλήλων, ἀλλὰ σποράδας καὶ ὡς ἔτυχεν, ἡ δὲ ἐς αὐτὰς καθιμηθεῖσα ξυλλέγεται πάσας τῇ τοῦ πνεύματος διαδόσει καὶ ὑποκείσονται αὐτῇ βοτρυδὸν αἱ λίθοι, καθάπερ σμῆνος.
47
καὶ εἰπὼν ταῦτα ἔδειξε τὴν λίθου αὐτήν τε καὶ ὁπόσα ἐργάζεται. τοὺς δὲ πυγμαίους οἰκεῖν μὲν ὑπογείους, κεῖσθαι δὲ ὑπὲρ τὸν Γάγγην ζῶντας τρόπον, ὃς πᾶσιν εἴρηται. σκιάποδας δὲ ἀνθρώπους ἢ μακροκεφάλους ἢ ὁπόσα Σκύλακος ξυγγραφαὶ περὶ τούτων ᾅδουσιν, οὔτε ἄλλοσέ ποι βιοτεύειν τῆς γῆς οὔτε μὴν ἐν Ἰνδοῖς.