Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 3

50 τοιαίδε μὲν αἱ πρὸς τοὺς σοφοὺς ξυνουσίαι Ἀπολλωνίῳ ἐγένοντο μηνῶν τεττάρων ἐκεῖ διατρίψαντι καὶ ξυλλαβόντι λόγους φανερούς τε καὶ ἀπορρήτους πάντας, ἐπεὶ δὲ ἐξελαύνειν ἐβούλετο, τὸν μὲν ἡγεμόνα καὶ τὰς καμήλους πείθουσιν αὐτὸν ἀποπέμψαι τῷ Φραώτῃ μετʼ ἐπιστολῆς, αὐτοὶ δὲ ἡγεμόνα ἕτερον καὶ καμήλους δόντες προέπεμπον αὐτὸν εὐδαιμονίζοντες αὑτούς τε κἀκεῖνον. ἀσπασάμενοι δὲ τὸν Ἀπολλώνιον καὶ θεὸν τοῖς πολλοῖς εἶναι δόξειν οὐ τεθνεῶτα μόνον, ἀλλὰ καὶ ζῶντα φήσαντες αὐτοὶ μὲν ὑπέστρεψαν ἐς τὸ φροντιστήριον ἐπιστρεφόμενοι πρὸς τὸν ἄνδρα καὶ δηλοῦντες, ὅτι ἄκοντες αὐτοῦ ἀπαλλάττονται, ὁ δὲ Ἀπολλώνιος ἐν δεξιᾷ μὲν τὸν Γάγγην ἔχων, ἐν ἀριστερᾷ δὲ τὸν Ὕφασιν κατῄει ἐπὶ τὴν θάλατταν ἡμερῶν δέκα ὁδὸν ἀπὸ τοῦ ἱεροῦ ὄχθου. κατιοῦσι δʼ αὐτοῖς πολλαὶ μὲν στρουθοὶ ἐφαίνοντο, πολλοὶ δὲ ἄγριοι βόες, πολλοὶ δὲ ὄνοι καὶ λέοντες καὶ παρδάλεις καὶ τίγρεις καὶ πιθήκων γένος ἕτερον παρὰ τοὺς ἐν ταῖς πεπερίσι, μέλανές τε γὰρ καὶ λάσιοι ἦσαν καὶ τὰ εἴδη κύνειοι καὶ σμικροῖς ἀνθρώποις ἴσοι. διαλεγόμενοι δὲ περὶ τῶν ὁρωμένων, ὁποῖα εἰώθεσαν, ἀφίκοντο ἐπὶ τὴν θάλατταν, ἐν ᾗ κατεσκεύαστο ἐμπόρια μικρά, καὶ πλοῖα δὲ ἐν αὐτοῖς ὥρμει πορθμεῖα παραπλήσια τοῖς Τυρρηνοῖς. τὴν δὲ θάλατταν τὴν Ἐρυθρὰν εἶναι μὲν κυανωτάτην, ὠνομάσθαι δέ, ὡς εἶπον, ἀπὸ Ἐρύθρα βασιλέως, ὃς ἐπωνόμασεν ἑαυτὸν ἐκείνῳ τῷ πελάγει.
51 ἐνταῦθα ἥκων τὰς μὲν καμήλους ἀπέπεμψε τῷ Ἰάρχᾳ μετʼ ἐπιστολῆς· Ἀπολλώνιος Ἰάρχᾳ καὶ ʽτοῖσʼ ἑτέροις σοφοῖς χαίρειν. ἀφικομένῳ μοι πεζῇ πρὸς ὑμᾶς δεδώκατε τὴν θάλατταν, ἀλλὰ καὶ σοφίας τῆς ἐν ὑμῖν κοινωνήσαντες δεδώκατε καὶ διὰ τοῦ οὐρανοῦ πορεύεσθαι. μεμνήσομαι τούτων καὶ πρὸς Ἕλληνας κοινωνήσω τε λόγων ὡς παροῦσιν ὑμῖν, εἰ μὴ μάτην ἔπιον τοῦ Ταντάλου. ἔρρωσθε ἀγαθοὶ φιλόσοφοι.
52 αὐτὸς δὲ ἐπιβὰς νεὼς ἐκομίζετο λείῳ καὶ εὐφόρῳ πνεύματι θαυμάζων τὸ στόμα τοῦ Ὑφάσιδος, ὡς φοβερῶς διʼ αὐτοῦ ἐκχεῖται· τελευτῶν γάρ, ὡς ἔφην, ἐς χωρία πετρώδη καὶ στενὰ καὶ κρημνοὺς ἐκπίπτει, διʼ ὧν καταρρηγνὺς ἐς τὴν θάλατταν ἑνὶ στόματι χαλεπὸς δοκεῖ τοῖς ἄγαν τῇ γῇ προσκειμένοις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi