Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 3

53 καὶ μὴν καὶ τὸ τοῦ Ἰνδοῦ στόμα ἰδεῖν φασι, πόλιν δὲ ἐπʼ αὐτοῦ κεῖσθαι Πάταλα περίρρυτον τῷ Ἰνδῷ, ἐς ἣν τὸ ναυτικὸν τοῦ Ἀλεξάνδρου ἐλθεῖν, ᾧ ναύαρχον ἐπιτετάχθαι Νέαρχον οὐκ ἀγύμναστον τῆς θαλαττίου τάξεως. ἃ δὲ Ὀρθαγόρᾳ περὶ τῆς Ἐρυθρᾶς εἴρηται, καὶ ὅτι μήτε ἡ ἄρκτος ἐν αὐτῇ φαίνοιτο, μήτε σημαίνοιντο τὴν μεσημβρίαν οἱ πλέοντες οἵ τε ἐπίδηλοι τῶν ἀστέρων ἐξαλλάττοιεν τῆς ἑαυτῶν τάξεως, δοκεῖ καὶ Δάμιδι, καὶ χρὴ πιστεύειν ὑγιῶς τε καὶ κατὰ τὸν ἐκεῖ οὐρανὸν εἰρῆσθαι ταῦτα. μνημονεύουσι καὶ νήσου μικρᾶς, ᾗ ὄνομα εἶναι Βίβλον, ἐν ᾗ τὸ τοῦ κογχυλίου μέγεθος καὶ οἱ μύες ὄστρεά τε καὶ τὰ τοιαῦτα δεκαπλάσια τῶν Ἑλληνικῶν τὸ μέγεθος ταῖς πέτραις προσπέφυκεν. ἁλίσκεται δὲ καὶ λίθος ἐκεῖ μαργαρὶς ἐν ὀστράκῳ λευκῷ καρδίας τόπον ἔχουσα τῷ ὀστρέῳ.
54 κατασχεῖν δέ φασι καὶ ἐς Πηγάδας τῆς τῶν Ὠρειτῶν χώρας, οἱ δὲ Ὠρεῖται, χαλκαῖ μὲν αὐτοῖς αἱ πέτραι, χαλκῆ δὲ ἡ ψάμμος, χαλκοῦν δὲ ψῆγμα οἱ ποταμοὶ ἄγουσι. χρυσῖτιν δὲ ἡγοῦνται τὴν γῆν διὰ τὴν εὐγένειαν τοῦ χαλκοῦ.
55 φασὶ δὲ καὶ τοῖς Ἰχθυοφάγοις ἐντυχεῖν, οἷς πόλιν εἶναι Στόβηρα, διφθέρας δὲ τούτους ἐνῆφθαι μεγίστων ἰχθύων, καὶ τὰ πρόβατα τὰ ἐκείνῃ ἰχθυώδη εἶναι καὶ φαγεῖν ἄτοπα, τοὺς γὰρ ποιμένας βόσκειν αὐτὰ τοῖς ἰχθύσιν, ὥσπερ ἐν Καρίᾳ τοῖς σύκοις. Καρμανοὶ δὲ Ἰνδοὶ γένος ἥμερον εὔιχθυν οὕτω νέμονται θάλατταν, ὡς μηδʼ ἀποθέτους ποιεῖσθαι τοὺς ἰχθῦς, μηδέ, ὥσπερ ὁ Πόντος, ταριχεύειν, ἀλλʼ ὀλίγους μὲν αὐτῶν ἀποδίδοσθαι, τοὺς δὲ πολλοὺς ἀσπαίροντας ἀποδιδόναι τῇ θαλάττῃ.
56 προσπλεῦσαί φασι καὶ Βαλάροις, ἐμπόριον δὲ εἶναι τὰ Βάλαρα μεστὸν μυρρινῶν τε καὶ φοινίκων καὶ δάφνας ἐν αὐτῷ ἰδεῖν καὶ πηγαῖς διαρρεῖσθαι τὸ χωρίον. κῆποι δὲ ὁπόσοι τρωκτοὶ καὶ ὁπόσοι ἀνθέων κῆποι, βρύειν αὐτὸ καὶ λιμένας μεστοὺς γαλήνης ἐν αὐτῷ εἶναι. προκεῖσθαι δὲ τοῦ χωρίου τούτου νῆσον ἱεράν, ἣν καλεῖσθαι Σέληρα καὶ στάδια μὲν ἑκατὸν εἶναι τῷ πορθμῷ, νηρηίδα δὲ οἰκεῖν ἐν αὐτῇ δεινὴν δαίμονα, πολλοὺς γὰρ τῶν πλεόντων ἁρπάζειν καὶ μηδὲ ταῖς ναυσὶ ξυγχωρεῖν πεῖσμα ἐκ τῆς νήσου βάλλεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi