Kitap 3
7
οἱ δὲ ὑπὸ τὰς ὑπωρείας τε καὶ τοὺς λόφους ἵενται μὲν ἐς τὰ πεδία ἐπὶ θήρᾳ, πλεονεκτοῦσι δὲ τῶν ἑλείων πάντα, καὶ γὰρ ἐς πλέον τοῦ μήκους ἐλαύνουσι καὶ ταχύτεροι τῶν ὀξυτάτων ποταμῶν φέρονται καὶ διαφεύγει αὐτοὺς οὐδέν· τούτοις καὶ λοφιὰ φύεται νέοις μὲν ὑπανίσχουσα τὸ μέτριον, τελειουμένοις δὲ συναυξανομένη τε καὶ συνανιοῦσα ἐς πολύ, ὅτε δὴ πυρσοί τε καὶ πριόνωτοι γίγνονται. οὗτοι καὶ γενειάσκουσι καὶ τὸν αὐχένα ὑψοῦ αἴρουσι καὶ τὴν φολίδα στίλβουσι δίκην ἀργύρου, αἱ δὲ τῶν ὀφθαλμῶν κόραι λίθος ἐστὶ διάπυρος, ἰσχὺν δʼ αὐτῶν ἀμήχανον εἶναί φασιν ἐς πολλὰ τῶν ἀποθέτων. γίγνεται δὲ τοῖς θηρῶσιν ὁ πεδινὸς εὕρημα, ἐπειδὰν τῶν ἐλεφάντων τινὰ ἐπισπάσηται, τουτὶ γὰρ ἀπόλλυσιν ἄμφω τὰ θηρία. καὶ κέρδος τοῖς ἑλοῦσι δράκοντας ὀφθαλμοί τε γίγνονται καὶ δορὰ καὶ ὀδόντες. εἰσὶ δὲ τὰ μὲν ἄλλα ὅμοιοι τοῖς τῶν μεγίστων συῶν, λεπτότεροι δὲ καὶ διάστροφοι καὶ τὴν αἰχμὴν ἄτριπτοι, καθάπερ οἱ τῶν μεγάλων ἰχθύων.