Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 4

1 ἐπεὶ δὲ εἶδον τὸν ἄνδρα ἐν Ἰωνίᾳ παρελθόντα ἐς τὴν Ἔφεσον, οὐδὲ οἱ βάναυσοι ἔτι πρὸς ταῖς ἑαυτῶν τέχναις ἦσαν, ἀλλʼ ἠκολούθουν ὁ μὲν σοφίας, ὁ δὲ εἴδους, ὁ δὲ διαίτης, ὁ δὲ σχήματος, οἱ δὲ πάντων ὁμοῦ θαυμασταὶ ὄντες, λόγοι τε περὶ αὐτοῦ ἐφοίτων οἱ μὲν ἐκ τοῦ Κολοφῶνι μαντείου κοινωνὸν τῆς ἑαυτοῦ σοφίας καὶ ἀτεχνῶς σοφὸν καὶ τὰ τοιαῦτα τὸν ἄνδρα ᾅδοντες, οἱ δὲ ἐκ Διδύμων, οἱ δὲ ἐκ τοῦ περὶ τὸ Πέργαμον ἱεροῦ, πολλοὺς γὰρ τῶν ὑγιείας δεομένων ὁ θεὸς ἐκέλευσε προσφοιτᾶν τῷ Ἀπολλωνίῳ, τουτὶ γὰρ αὐτός τε βούλεσθαι καὶ δοκεῖν ταῖς Μοίραις. ἐφοίτων καὶ πρεσβεῖαι πρὸς αὐτὸν ἐκ τῶν πόλεων ξένον τε αὐτὸν ἡγούμενοι καὶ βίου ξύμβουλον βωμῶν τε ἱδρύσεως καὶ ἀγαλμάτων, ὁ δὲ ἕκαστα τούτων τὰ μὲν ἐπιστέλλων, τὰ δὲ ἀφιξεσθαι φάσκων διωρθοῦτο. πρεσβευσαμένης δὲ καὶ τῆς Σμύρνης καὶ ὅ τι μὲν δέοιτο οὐκ εἰπούσης, ἐκλιπαρούσης δὲ ἀφικέσθαι, ἤρετο τὸν πρεσβευτήν, ὅ τι αὐτοῦ δέοιντο, ὁ δὲ ἰδεῖν ἔφη καὶ ὀφθῆναι.
2 ὁ δὲ Ἀπολλώνιος ἀφίξομαι εἶπε δοίητε δέ, ὦ Μοῦσαι, καὶ ἐρασθῆναι ἀλλήλων. Τὴν μὲν δὴ διάλεξιν τὴν πρώτην ἀπὸ τῆς κρηπῖδος τοῦ νεὼ πρὸς τοὺς Ἐφεσίους διελέχθη, οὐχ ὥσπερ οἱ Σωκρατικοί, ἀλλὰ τῶν μὲν ἄλλων ἀπάγων τε καὶ ἀποσπουδάζων, φιλοσοφίᾳ δὲ μόνῃ ξυμβουλεύων προσέχειν καὶ σπουδῆς ἐμπιπλάναι τὴν Ἔφεσον μᾶλλον ἢ ῥᾳθυμίας τε καὶ ἀγερωχίας, ὁπόσην εὗρεν· ὀρχηστῶν γὰρ ἡττημένοι καὶ πρὸς πυρρίχαις αὐτοὶ ὄντες αὐλῶν μὲν πάντα μεστὰ ἦν, μεστὰ δὲ ἀνδρογύνων, μεστὰ δὲ κτύπων· ὁ δὲ καίτοι μεταθεμένων τῶν Ἐφεσίων πρὸς αὐτὸν οὐκ ἠξίου περιορᾶν ταῦτα, ἀλλʼ ἐξῄρει αὐτὰ καὶ διέβαλλε τοῖς πολλοῖς.
1 / 37 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi