Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 4

17 τοιαῦτα μὲν τὰ ἐπὶ τῆς νεώς, ἐς δὲ τὸν Πειραιᾶ ἐσπλεύσας περὶ μυστηρίων ὥραν, ὅτε Ἀθηναῖοι πολυανθρωπότατα Ἑλλήνων πράττουσιν, ἀνῄει ξυντείνας ἀπὸ τῆς νεὼς ἐς τὸ ἄστυ, προιὼν δὲ πολλοῖς τῶν φιλοσοφούντων ἐνετύγχανε Φάληράδε κατιοῦσιν, ὧν οἱ μὲν γυμνοὶ ἐθέροντο, καὶ γὰρ τὸ μετόπωρον εὐήλιον τοῖς Ἀθηναίοις, οἱ δὲ ἐκ βιβλίων ἐσπούδαζον, οἱ δʼ ἀπὸ στόματος ἠσκοῦντο, οἱ δὲ ἤριζον. παρῄει δὲ οὐδεὶς αὐτόν, ἀλλὰ τεκμηράμενοι πάντες, ὡς εἴη Ἀπολλώνιος, ξυνανεστρέφοντό τε καὶ ἠσπάζοντο χαίροντες, νεανίσκοι δὲ ὁμοῦ δέκα περιτυχόντες αὐτῷ νὴ τὴν Ἀθηνᾶν ἐκείνην, ἔφασαν ἀνατείναντες τὰς χεῖρας ἐς τὴν ἀκρόπολιν, ἡμεῖς ἄρτι ἐς Πειραιᾶ ἐβαδίζομεν πλευσόμενοι ἐς Ἰωνίαν παρὰ σέ. ὁ δὲ ἀπεδέχετο αὐτῶν καὶ ξυγχαίρειν ἔφη φιλοσοφοῦσιν.
18 ἦν μὲν δὴ Ἐπιδαυρίων ἡμέρα. τὰ δὲ Ἐπιδαύρια μετὰ πρόρρησίν τε καὶ ἱερεῖα δεῦρο μυεῖν Ἀθηναίοις πάτριον ἐπὶ θυσίᾳ δευτέρᾳ, τουτὶ δὲ ἐνόμισαν Ἀσκληπιοῦ ἕνεκα, ὅτι δὴ ἐμύησαν αὐτὸν ἥκοντα Ἐπιδαυρόθεν ὀψὲ μυστηρίων. ἀμελήσαντες δὲ οἱ πολλοὶ τοῦ μυεῖσθαι περὶ τὸν Ἀπολλώνιον εἶχον καὶ τοῦτʼ ἐσπούδαζον μᾶλλον ἢ τὸ ἀπελθεῖν τετελεσμένοι, ὁ δὲ ξυνέσεσθαι μὲν αὐτοῖς αὖθις ἔλεγεν, ἐκέλευσε δὲ πρὸς τοῖς ἱεροῖς τότε γίγνεσθαι, καὶ γὰρ αὐτὸς μυεῖσθαι. ὁ δὲ ἱεροφάντης οὐκ ἐβούλετο παρέχειν τὰ ἱερά, μὴ γὰρ ἄν ποτε μυῆσαι γόητα, μηδὲ τὴν Ἐλευσῖνα ἀνοῖξαι ἀνθρώπῳ μὴ καθαρῷ τὰ δαιμόνια. ὁ δὲ Ἀπολλώνιος οὐδὲν ὑπὸ τούτων ἥττων αὑτοῦ γενόμενος οὔπω ἔφη τὸ μέγιστον, ὧν ἐγὼ ἐγκληθείην ἄν, εἴρηκας, ὅτι περὶ τῆς τελετῆς πλείω ἢ σὺ γιγνώσκων ἐγὼ δὲ ὡς παρὰ σοφώτερον ἐμαυτοῦ μυησόμενος ἦλθον. ἐπαινεσάντων δὲ τῶν παρόντων, ὡς ἐρρωμένως καὶ παραπλησίως αὑτῷ ἀπεκρίνατο, ὁ μὲν ἱεροφάντης, ἐπειδὴ ἐξείργων αὐτὸν οὐ φίλα τοῖς πολλοῖς ἐδόκει πράττειν, μετέβαλε τοῦ τόνου καὶ μυοῦ, ἔφη σοφὸς γάρ τις ἥκειν ἔοικας, ὁ δὲ Ἀπολλώνιος μυήσομαι ἔφη αὖθις, μυήσει δέ με ὁ δεῖνα προγνώσει χρώμενος ἐς τὸν μετʼ ἐκεῖνον ἱεροφάντην, ὃς μετὰ τέτταρα ἔτη τοῦ ἱεροῦ προὔστη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi