Kitap 4
19
τὰς δὲ Ἀθήνησι διατριβὰς πλείστας μὲν ὁ Δάμις γενέσθαι φησὶ τῷ ἀνδρί, γράψαι δὲ οὐ πάσας, ἀλλὰ τὰς ἀναγκαίας τε καὶ περὶ μεγάλων σπουδασθείσας. τὴν μὲν δὴ πρώτην διάλεξιν, ἐπειδὴ φιλοθύτας τοὺς Ἀθηναίους εἶδεν, ὑπὲρ ἱερῶν διελέξατο, καὶ ὡς ἄν τις ἐς τὸ ἑκάστῳ τῶν θεῶν οἰκεῖον καὶ πηνίκα δὲ τῆς ἡμέρας τε καὶ νυκτὸς ἢ θύοι ἢ σπένδοι ἢ εὔχοιτο, καὶ βιβλίῳ Ἀπολλωνίου προστυχεῖν ἐστιν, ἐν ᾧ ταῦτα τῇ ἑαυτοῦ φωνῇ ἐκδιδάσκει. διῆλθε δὲ ταῦτα Ἀθήνησι πρῶτον μὲν ὑπὲρ σοφίας αὑτοῦ τε κἀκείνων, εἶτʼ ἐλέγχων τὸν ἱεροφάντην διʼ ἃ βλασφήμως τε καὶ ἀμαθῶς εἶπε· τίς γὰρ ἔτι ᾠήθη τὰ δαιμόνια μὴ καθαρὸν εἶναι τὸν φιλοσοφοῦντα, ὅπως οἱ θεοὶ θεραπευτέοι;