Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 4

20 διαλεγομένου δὲ αὐτοῦ περὶ τοῦ σπένδειν παρέτυχε μὲν τῷ λόγῳ μειράκιον τῶν ἁβρῶν οὕτως ἀσελγὲς νομιζόμενον, ὡς γενέσθαι ποτὲ καὶ ἁμαξῶν ᾆσμα, πατρὶς δὲ αὐτῷ Κέρκυρα ἦν καὶ ἐς Ἀλκίνουν ἀνέφερε τὸν ξένον τοῦ Ὀδυσσέως τὸν Φαίακα, καὶ διῄει μὲν ὁ Ἀπολλώνιος περὶ τοῦ σπένδειν, ἐκέλευε δὲ μὴ πίνειν τοῦ ποτηρίου τούτου, φυλάττειν δὲ αὐτὸ τοῖς θεοῖς ἄχραντόν τε καὶ ἄποτον. ἐπεὶ δὲ καὶ ὦτα ἐκέλευσε τῷ ποτηρίῳ ποιεῖσθαι καὶ σπένδειν κατὰ τὸ οὖς, ἀφʼ οὗ μέρους ἥκιστα πίνουσιν ἄνθρωποι, τὸ μειράκιον κατεσκέδασε τοῦ λόγου πλατύν τε καὶ ἀσελγῆ γέλωτα· ὁ δὲ ἀναβλέψας ἐς αὐτὸ οὐ σὺ ἔφη ταῦτα ὑβρίζεις, ἀλλʼ ὁ δαίμων, ὃς ἐλαύνει σε οὐκ εἰδότα. ἐλελήθει δὲ ἄρα δαιμονῶν τὸ μειράκιον· ἐγέλα τε γὰρ ἐφʼ οἷς οὐδεὶς ἕτερος καὶ μετέβαλλεν ἐς τὸ κλάειν αἰτίαν οὐκ ἔχον, διελέγετό τε πρὸς ἑαυτὸν καὶ ᾖδε. καὶ οἱ μὲν πολλοὶ τὴν νεότητα σκιρτῶσαν ᾤοντο ἐκφέρειν αὐτὸ ἐς ταῦτα, ὁ δʼ ὑπεκρίνετο ἄρα τῷ δαίμονι καὶ ἐδόκει παροινεῖν, ἃ ἐπαρῴνει τότε, ὁρῶντός τε ἐς αὐτὸ τοῦ Ἀπολλωνίου, δεδοικότως τε καὶ ὀργίλως φωνὰς ἠφίει τὸ εἴδωλον, ὁπόσαι καομένων τε καὶ στρεβλουμένων εἰσίν, ἀφεξεσθαί τε τοῦ μειρακίου ὤμνυ καὶ μηδενὶ ἀνθρώπων ἐμπεσεῖσθαι. τοῦ δὲ οἷον δεσπότου πρὸς ἀνδράποδον ποικίλον πανοῦργόν τε καὶ ἀναιδὲς καὶ τὰ τοιαῦτα ξὺν ὀργῇ λέγοντος καὶ κελεύοντος αὐτῷ ξὺν τεκμηρίῳ ἀπαλλάττεσθαι τὸν δεῖνα ἔφη καταβαλῶ ἀνδριάντα δείξας τινὰ τῶν περὶ τὴν Βασίλειον στοάν, πρὸς ᾗ ταῦτα ἐπράττετο· ἐπεὶ δὲ ὁ ἀνδριὰς ὑπεκινήθη πρῶτον, εἶτα ἔπεσε, τὸν μὲν θόρυβον τὸν ἐπὶ τούτῳ καὶ ὡς ἐκρότησαν ὑπὸ θαύματος τί ἄν τις γράφοι; τὸ δὲ μειράκιον, ὥσπερ ἀφυπνίσαν τούς τε ὀφθαλμοὺς ἔτριψε καὶ πρὸς τὰς αὐγὰς τοῦ ἡλίου εἶδεν αἰδῶ τε ἐπεσπάσατο πάντων ἐς αὐτὸ ἐστραμμένων ἀσελγές τε οὐκέτι ἐφαίνετο, οὐδὲ ἄτακτον βλέπον, ἀλλʼ ἐπανῆλθεν ἐς τὴν ἑαυτοῦ φύσιν μεῖον οὐδὲν ἢ εἰ φαρμακοποσίᾳ ἐκέχρητο, μεταβαλόν τε τῶν χλανιδίων καὶ λῃδίων καὶ τῆς ἄλλης συβάριδος ἐς ἔρωτα ἦλθεν αὐχμοῦ καὶ τρίβωνος καὶ ἐς τὰ τοῦ Ἀπολλωνίου ἤθη ἀπεδύσατο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi