Kitap 4
21
ἐπιπλῆξαι δὲ λέγεται περὶ Διονυσίων Ἀθηναίοις, ἃ ποιεῖταί σφισιν ἐν ὥρᾳ τοῦ ἀνθεστηριῶνος· ὁ μὲν γὰρ μονῳδίας ἀκροασομένους καὶ μελοποιίας παραβάσεών τε καὶ ῥυθμῶν, ὁπόσοι κωμῳδίας τε καὶ τραγῳδίας εἰσίν, ἐς τὸ θέατρον ξυμφοιτᾶν ᾤετο, ἐπεὶ δὲ ἤκουσεν, ὅτι αὐλοῦ ὑποσημήναντος λυγισμοὺς ὀρχοῦνται καὶ μεταξὺ τῆς Ὀρφέως ἐποποιίας τε καὶ θεολογίας τὰ μὲν ὡς Ὧραι, τὰ δὲ ὡς Νύμφαι, τὰ δὲ ὡς Βάκχαι πράττουσιν, ἐς ἐπίπληξιν τούτου κατέστη καὶ παύσασθε εἶπεν ἐξορχούμενοι τοὺς Σαλαμινίους καὶ πολλοὺς ἑτέρους κειμένους ἀγαθοὺς ἄνδρας, εἰ μὲν γὰρ Λακωνικὴ ταῦτα ὄρχησις, εὖγε οἱ στρατιῶται, γυμνάζεσθε γὰρ πολέμῳ καὶ ξυνορχήσομαι, εἰ δὲ ἁπαλὴ καὶ ἐς τὸ θῆλυ σπεύδουσα, τί φῶ περὶ τῶν τροπαίων; οὐ γὰρ κατὰ Μήδων ταῦτα ἢ Περσῶν, καθʼ ὑμῶν δὲ ἑστήξει, τῶν ἀναθέντων αὐτὰ εἰ λίποισθε. κροκωτοὶ δὲ ὑμῖν καὶ ἁλουργία καὶ κοκκοβαφία τοιαύτη πόθεν; οὐδὲ γὰρ αἱ Ἀχαρναί γε ὧδε ἐστέλλοντο, οὐδὲ ὁ Κολωνὸς ὧδε ἵππευε. καὶ τί λέγω ταῦτα; γυνὴ ναύαρχος ἐκ Καρίας ἐφʼ ὑμᾶς ἔπλευσε μετὰ Ξέρξου, καὶ ἦν αὐτῇ γυναικεῖον οὐδέν, ἀλλʼ ἀνδρὸς στολὴ καὶ ὅπλα, ὑμεῖς δὲ ἁβρότεροι τῶν Ξέρξου γυναικῶν ἐφʼ ἑαυτοὺς στέλλεσθε οἱ γέροντες οἱ νέοι τὸ ἐφηβικόν, οἳ πάλαι μὲν ὤμνυσαν ἐς Ἀγραύλου φοιτῶντες ὑπὲρ τῆς πατρίδος ἀποθανεῖσθαι καὶ ὅπλα θήσεσθαι, νῦν δὲ ἴσως ὀμοῦνται ὑπὲρ τῆς πατρίδος βακχεύσειν καὶ θύρσον λήψεσθαι κόρυν μὲν οὐδεμίαν φέρον, γυναικομίμῳ δὲ μορφώματι, κατὰ τὸν Εὐριπίδην, αἰσχρῶς διαπρέπον. ἀκούω δὲ ὑμᾶς καὶ ἀνέμους γίγνεσθαι καὶ λῄδια ἀνασείειν λέγεσθε ἔπιπλα μετεώρως αὐτὰ κολποῦντες. ἔδει δὲ ἀλλὰ τούτους γε αἰδεῖσθαι, ξυμμάχους ὄντας καὶ πνεύσαντας ὑπὲρ ὑμῶν μέγα, μηδὲ τὸν Βορέαν κηδεστήν γε ὄντα καὶ παρὰ πάντας τοὺς ἀνέμους ἄρσενα ποιεῖσθαι θῆλυν, οὐδὲ γὰρ τῆς Ὠρειθυίας ἐραστὴς ἄν ποτε ὁ Βορέας ἐγένετο, εἰ κἀκείνην ὀρχουμένην εἶδε.