Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 4

37 ὅ τι βούλεται, σὺ δὲ ἀλλὰ τούτους σῶζε. φωνῇ δὲ ταῦτα μείζονι ἔλεγε καὶ ἐῴκει κλᾴοντι. ἐνταῦθα δείσας ὁ Δάμις περὶ τοῖς νέοις, μὴ χείρους αὑτῶν γένοιντο ὑπὸ τῆς τοῦ Φιλολάου πτοίας, ἀπολαβὼν τὸν Ἀπολλώνιον ἀπολεῖ ἔφη τοὺς νέους ὁ λαγὼς οὗτος τρόμων καὶ ἀθυμίας ἀναπιμπλὰς πάντα. ὁ δὲ Ἀπολλώνιος καὶ μὴν πολλῶν ἔφη ἀγαθῶν ὄντων, ἃ μηδʼ εὐξαμένῳ μοι πολλάκις παρὰ τῶν θεῶν γέγονε, μέγιστον ἂν ἔγωγε φαίην ἀπολελαυκέναι τὸ νυνὶ τοῦτο, παραπέπτωκε γὰρ βάσανος τῶν νέων, ἣ σφόδρα ἐλέγξει τοὺς φιλοσοφοῦντάς τε αὐτῶν καὶ τοὺς ἕτερόν τι μᾶλλον ἢ τοῦτο πράττοντας. καὶ ἠλέγχθησαν αὐτίκα οἱ μὴ ἐρρωμένοι σφῶν, ὑπὸ γὰρ τῶν τοῦ Φιλολάου λόγων ἀπαχθέντες οἱ μὲν ἔφασαν νοσεῖν, οἱ δʼ οὐκ εἶναι αὑτοῖς ἐφόδια, οἱ δὲ τῶν οἴκοι ἐρᾶν, οἱ δὲ ὑπὸ ὀνειράτων ἐκπεπλῆχθαι, καὶ περιῆλθεν ἐς ὀκτὼ ὁμιλητὰς ὁ Ἀπολλώνιος ἐκ τεττάρων καὶ τριάκοντα, οἳ ξυνεφοίτων αὐτῷ ἐς τὴν Ῥώμην. οἱ δʼ ἄλλοι Νέρωνά τε καὶ φιλοσοφίαν ἀποδράντες φυγῇ ᾤχοντο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi