Kitap 4
4
Αοιμοῦ δὲ ὑφέρποντος τὴν Ἔφεσον καὶ οὔπω ἀνοιδούσης τῆς νόσου ξυνῆκε μὲν ὁ Ἀπολλώνιος τῆς προσβολῆς, ξυνεὶς δὲ προὔλεγε πολλαχοῦ τε τῶν διαλέξεων ὦ γῆ, μένε ὁμοία, καὶ τοιαῦτα ἐπεφθέγγετο ξὺν ἀπειλῇ· τούσδε σῶζε καὶ οὐ παρελεύσῃ ἐνταῦθα. οἱ δʼ οὐ προσεῖχον καὶ τερατολογίαν τὰ τοιαῦτα ᾤοντο τοσῷδε μᾶλλον, ὅσῳ καὶ ἐς πάντα τὰ ἱερὰ φοιτῶν ἀποτρέπειν αὐτὸ ἐδόκει καὶ ἀπεύχεσθαι. ἐπεὶ δὲ ἀνοήτως εἶχον τοῦ πάθους, ἐκείνοις μὲν οὐδὲν ᾤετο δεῖν ἐπαρκεῖν ἔτι, τὴν δὲ ἄλλην Ἰωνίαν περιῄει διορθούμενος τὰ παρʼ ἑκάστοις καὶ διαλεγόμενος ἀεί τι σωτήριον τοῖς παροῦσιν.
5
Ἀφικνουμένῳ δὲ αὐτῷ ἐς τὴν Σμύρναν προσαπήντων μὲν οἱ Ἴωνες, καὶ γὰρ ἔτυχον Πανιώνια θύοντες, ἀναγνοὺς δὲ καὶ ψήφισμα Ἰωνικόν, ἐν ᾧ ἐδέοντο αὐτοῦ κοινωνῆσαί σφισι τοῦ ξυλλόγου, καὶ ὀνόματι προστυχὼν ἥκιστα Ἰωνικῷ, Λούκουλλος γάρ τις ἐπεγέγραπτο τῇ γνώμῃ, πέμπει ἐπιστολὴν ἐς τὸ κοινὸν αὐτῶν ἐπίπληξιν ποιούμενος περὶ τοῦ βαρβαρισμοῦ τούτου· καὶ γὰρ δὴ καὶ Φαβρίκιον καὶ τοιούτους ἑτέρους ἐν τοῖς ἐψηφισμένοις εὗρεν. ὡς μὲν οὖν ἐρρωμένως ἐπέπληξε, δηλοῖ ἡ περὶ τούτου ἐπιστολή.
6
παρελθὼν δὲ ἐπʼ ἄλλης ἡμέρας ἐς τοὺς Ἴωνας, τίς ἔφη ὁ κρατὴρ οὗτος; οἱ δὲ ἔφασαν Πανιώνιος. ἀρυσάμενος οὖν καὶ σπείσας, ὦ θεοί, εἶπεν Ἰώνων ἡγεμόνες, δοίητε τῇ καλῇ ἀποικίᾳ ταύτῃ θαλάττῃ ἀσφαλεῖ χρῆσθαι καὶ μηδὲν τῇ γῇ κακὸν ἐξ αὐτῆς προσκωμάσαι, μηδʼ Αἰγαίωνα σεισίχθονα τινάξαι ποτὲ τὰς πόλεις. τοιαῦτα ἐπεθείαζε προορῶν, οἶμαι, τὰ χρόνοις ὕστερον περί τε Σμύρναν περί τε Μίλητον περί τε Χίον καὶ Σάμον καὶ πολλὰς τῶν Ἰάδων ξυμβάντα.