Kitap 4
38
ξυναγαγὼν οὖν τοὺς περιλειφθέντας, ὧν καὶ Μένιππος ἦν ὁ ξυναλλάξας τῇ ἐμπούσῃ καὶ Διοσκορίδης ὁ Αἰγύπτιος καὶ Δάμις οὐ λοιδορήσομαι ἔφη τοῖς ἀπολελοιπόσιν ἡμᾶς, ἀλλʼ ὑμᾶς ἐπαινέσομαι μᾶλλον, ὅτι ἄνδρες ἐστὲ ἐμοὶ ὅμοιοι, οὐδʼ, εἴ τις Νέρωνα δείσας ἀπῆλθε, δειλὸν ἡγήσομαι τοῦτον, ἀλλʼ εῖ τις τοῦ δέους τούτου κρείττων γίγνεται, φιλόσοφος ὑπʼ ἐμοῦ προσειρήσεται, καὶ διδάξομαι αὐτόν, ὁπόσα οἶσα. δοκεῖ δή μοι πρῶτον μὲν εὔξασθαι τοῖς θεοῖς, διʼ οὓς ταῦτα ἐπὶ νοῦν ἦλθεν ὑμῖν τε κἀκείνοις, ἔπειθʼ ἡγεμόνας αὐτοὺς ποιεῖσθαι, θεῶν γὰρ χωρὶς οὐδʼ ἐν ἄλλῳ ἐσμέν. παριτητέα ἐς πόλιν, ἣ τοσούτων τῆς οἰκουμένης μερῶν ἄρχει· πῶς οὖν ἂν παρέλθοι τις, εἰ μὴ ἐκεῖνοι ἡγοῖντο; καὶ ταῦτα τυραννίδος ἐν αὐτῇ καθεστηκυίας οὕτω χαλεπῆς, ὡς μὴ ἐξεῖναι σοφοῖς εἶναι. ἀνόητόν τε μηδενὶ δοκείτω τὸ θαρσεῖν ὁδόν, ἣν πολλοὶ τῶν φιλοσόφων φεύγουσιν, ἐγὼ γὰρ πρῶτον μὲν οὐδὲν ἂν ἡγοῦμαι φοβερὸν οὕτω γενέσθαι τῶν κατʼ ἀνθρώπους, ὡς ἐκπλαγῆναί ποτε ὑπʼ αὐτοῦ τὸν σοφόν, εἶτʼ οὐδʼ ἂν προθείην ἀνδρείας μελέτας, ἐὰν μὴ μετὰ κινδύνων γίγνοιντο. καὶ ἄλλως ἐπελθὼν γῆν, ὅσην οὔπω τις ἀνθρώπων, θηρία μὲν Ἀράβιά τε καὶ Ἰνδικὰ πάμπολλα εἶδον, τὸ δὲ θηρίον τοῦτο, ὃ καλοῦσιν οἱ πολλοὶ τύραννον, οὔτε ὁπόσαι κεφαλαὶ αὐτῷ, οἶδα, οὔτε εἰ γαμψώνυχόν τε καὶ καρχαρόδουν ἐστί. καίτοι πολιτικὸν μὲν εἶναι τὸ θηρίον τοῦτο λέγεται καὶ τὰ μέσα τῶν πόλεων οἰκεῖν, τοσούτῳ δὲ ἀγριώτερον διάκειται τῶν ὀρεινῶν τε καὶ ὑλαίων, ὅσῳ λέοντες μὲν καὶ παρδάλεις ἐνίοτε κολακευόμενοι ἡμεροῦνται καὶ μεταβάλλουσι τοῦ ἤθους, τουτὶ δὲ ὑπὸ τῶν καταψηχόντων ἐπαιρόμενον ἀγριώτερον αὑτοῦ γίγνεται καὶ λαφύσσει πάντα. περὶ μέν γε θηρίων οὐκ ἂν εἴποις, ὅτι τὰς μητέρας ποτὲ τὰς αὑτῶν ἐδαίσαντο, Νέρων δὲ ἐμπεφόρηται τῆς βορᾶς ταύτης. εἰ δὲ καὶ ταῦτα γέγονεν ἐπʼ Ὀρέστῃ καὶ Ἀλκμαίωνι, ἀλλʼ ἐκείνοις σχῆμα τοῦ ἔργου πατέρες ἦσαν ὁ μὲν ἀποθανὼν ὑπὸ τῆς ἑαυτοῦ γυναικός, ὁ δὲ ὅρμου πραθείς, οὑτοσὶ δὲ καὶ ἐσποιηθεὶς ὑπὸ τῆς μητρὸς γέροντι βασιλεῖ καὶ κληρονομήσας τὸ ἄρχειν ναυαγίῳ τὴν μητέρα ἀπέκτεινε πλοῖον ἐπʼ αὐτῇ ξυνθείς, ὑφʼ οὗ ἀπώλετο πρὸς τῇ γῇ. εἰ δὲ ἐκ τούτων φοβερόν τις ἡγεῖται Νέρωνα καὶ διὰ τοῦτο ἀποπηδᾷ φιλοσοφίας οὐκ ἀσφαλὲς αὑτῷ νομίζων τὸ ἀπὸ θυμοῦ τι αὐτῷ πράττειν, ἴστω τὸ μὲν φοβερὸν ἐκείνοις ὑπάρχον, ὅσοι περ ἂν σωφροσύνης τε καὶ σοφίας ἅπτωνται, τούτοις γὰρ καὶ τὰ παρὰ τῶν θεῶν εὖ ἔχει, τὰ δὲ τῶν ὑβριζόντων ὕθλον ἡγείσθω, καθὰ καὶ τὰ τῶν μεμεθυσμένων, καὶ γὰρ δὴ κἀκείνους γε ἠλιθίους μὲν ἡγούμεθα, φοβεροὺς δὲ οὔ. ἴωμεν οὖν ἐς τὴν Ῥώμην, εἴγε ἐρρώμεθα, πρὸς γὰρ τὰ Νέρωνος κηρύγματα, διʼ ὧν ἐξείργει φιλοσοφίαν, ἔστιν ἡμῖν τὸ τοῦ Σοφοκλέους ʽλέγεινʼ· οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, οὐδὲ Μοῦσαι καὶ Ἀπόλλων λόγιος. εἰκὸς δὲ καὶ αὐτὸν Νέρωνα γιγνώσκειν τὰ ἰαμβεῖα ταῦτα, τραγῳδίᾳ, ὥς φασι, χαίροντα. ἐνταῦθά τις τὸ Ὁμήρου ἐνθυμηθείς, ὡς, ἐπειδὰν ὁ λόγος ἁρμόσῃ πολεμικοὺς ἄνδρας, μία μὲν κόρυς γίγνονται, μία δὲ ἀσπίς, εὑρεῖν ἄν μοι δοκεῖ αὐτὸ τοῦτο καὶ περὶ τούσδε τοὺς ἄνδρας γενόμενον· ὑπὸ γὰρ τῶν τοῦ Ἀπολλωνίου λόγων ξυγκροτηθέντες ἀποθνήσκειν τε ὑπὲρ φιλοσοφίας ἔρρωντο καὶ βελτίους τῶν ἀποδράντων φαίνεσθαι.