Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 4

41 διαλεγομένου δὲ αὐτοῦ περὶ τὰ ἱερὰ οἱ θεοὶ ἐθεραπεύοντο μᾶλλον καὶ ξυνῄεσαν οἱ ἄνθρωποι ἐς ταῦτα, ὡς τὰ ἀγαθὰ πλείω παρὰ τῶν θεῶν ἕξοντες, καὶ οὔπω διεβάλλοντο αἱ ξυνουσίαι τοῦ ἀνδρὸς διὰ τὸ σπουδάζεσθαί τε δημοσίᾳ λέγεσθαί τε ἐς πάντας, οὐδὲ γὰρ θύραις ἐπεπόλαζεν, οὐδὲ ἐτρίβετο περὶ τοὺς δυνατούς, ἀλλʼ ἠσπάζετο μὲν ἐπιφοιτῶντας, διελέγετο δὲ αὐτοῖς ὁπόσα καὶ τῷ δήμῳ.
42 ἐπεὶ δὲ ὁ Δημήτριος διατεθεὶς πρὸς αὐτόν, ὡς ἐν τοῖς Κορινθιακοῖς λόγοις εἴρηκα, παραγενόμενος ἐς τὴν Ῥώμην ὕστερον ἐθεράπευε μὲν τὸν Ἀπολλώνιον, ἐπηφίει δʼ αὑτὸν τῷ Νέρωνι, τέχνη ταῦτα ὑπωπτεύθη τοῦ ἀνδρὸς καὶ τὸν Δημήτριον αὐτὸς ἐδόκει καθεικέναι ἐς αὐτά, καὶ πολὺ μᾶλλον, ὁπότε γυμνάσιον μὲν ἐξεποιήθη τῷ Νέρωνι θαυμασιώτατον τῶν ἐκεῖ, λευκὴν δʼ ἔθυον ἐν αὐτῷ ἡμέραν Νέρων τε αὐτὸς καὶ ἡ βουλὴ ἡ μεγάλη καὶ τὸ ἱππεῦον τῆς Ῥώμης, παρελθὼν δὲ ὁ Δημήτριος ἐς αὐτὸ τὸ γυμνάσιον διεξῆλθε λόγον κατὰ τῶν λουμένων, ὡς ἐκλελυμένων τε καὶ αὑτοὺς χραινόντων, καὶ ἐδείκνυεν, ὅτι περιττὸν ἀνάλωμα εἴη τὰ τοιαῦτα, ἐφʼ οἷς ξυνήρατο μὲν αὐτῷ ʽτοὖ μὴ ἀποθανεῖν αὐτίκα τὸ τὸν Νέρωνα εὐφωνότατα ἑαυτοῦ κατὰ τὴν ἡμέραν ἐκείνην ᾅδειν — ᾖδε δὲ ἐν καπηλείῳ πεποιημένῳ ἐς τὸ γυμνάσιον διάζωμα ἔχων γυμνός, ὥσπερ τῶν καπήλων οἱ ἀσελγέστατοι — οὐ μὴν διέφυγεν ὁ Δημήτριος τὸ ἐφʼ οἷς εἶπε κινδυνεῦσαι, Τιγελλῖνος γάρ, ὑφʼ ᾧ τὸ ξίφος ἦν τοῦ Νέρωνος, ἀπήλαυνεν αὐτὸν τῆς Ῥώμης, ὡς τὸ βαλανεῖον κατασκάψαντα οἷς εἶπε, τὸν δʼ Ἀπολλώνιον ἀφανῶς ἀνίχνευεν, ὁπότε καὶ αὐτὸς ἐπιλήψιμόν τι καὶ παραβεβλημένον εἴποι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi