Kitap 4
43
ὁ δʼ οὔτε καταγελῶν φανερὸς ἦν οὔτʼ αὖ πεφροντικώς, ὥσπερ οἱ φυλαττόμενοί τινα κίνδυνον, ἀλλʼ ἀποχρώντως περὶ τῶν προκειμένων διελέγετο ξυμφιλοσοφοῦντος αὐτῷ τοῦ Τελεσίνου καὶ ἑτέρων ἀνδρῶν, οἳ καίτοι φιλοσοφίας ἐπικινδύνως πραττούσης οὐκ ἂν ᾤοντο κινδυνεῦσαι ξὺν ἐκείνῳ σπουδάζοντες. ὑπωπτεύετο δέ, ὡς ἔφην, καὶ πολὺ μᾶλλον ἐφʼ οἷς καὶ περὶ τῆς διοσημίας εἶπε· γενομένης γάρ ποτε ἐκλείψεως ἡλίου καὶ βροντῆς ἐκδοθείσης, ὅπερ ἥκιστα ἐν ἐκλείψει δοκεῖ ξυμβαίνειν, ἀναβλέψας ἐς τὸν οὐρανὸν ἔσται τι ἔφη μέγα καὶ οὐκ ἔσται. ξυμβαλεῖν μὲν δὴ τὸ εἰρημένον οὔπω εἶχον οἱ παρατυχόντες τῷ λόγῳ, τρίτῃ δʼ ἀπὸ τῆς ἐκλείψεως ἡμέρᾳ ξυνῆκαν τοῦ λόγου πάντες· σιτουμένου γὰρ τοῦ Νέρωνος ἐμπεσὼν τῇ τραπέζῃ σκηπτὸς διήλασε τῆς κύλικος ἐν χεροῖν οὔσης καὶ οὐ πολὺ ἀπεχούσης τοῦ στόματος· τὸ δὴ παρὰ τοσοῦτον ἐλθεῖν τοῦ βληθῆναι αὐτὸν πεπράξεσθαί τι εἶπε καὶ μὴ πεπράξεσθαι. ἀκούσας δὲ Τιγελλῖνος τὸν λόγον τοῦτον ἐς δέος ἀφίκετο τοῦ ἀνδρός, ὡς σοφοῦ τὰ δαιμόνια, καὶ ἐς ἐγκλήματα μὲν φανερὰ καθίστασθαι πρὸς αὐτὸν οὐκ ᾤετο δεῖν, ὡς μὴ κακόν τι ἀφανὲς ὑπʼ αὐτοῦ λάβοι, διαλεγόμενον δὲ καὶ σιωπῶντα καὶ καθήμενον καὶ βαδίζοντα καὶ ὅ τι φάγοι καὶ παρʼ ὅτῳ καὶ εἰ ἔθυσεν ἢ μὴ ἔθυσε, περιήθρει πᾶσιν ὀφθαλμοῖς, ὁπόσοις ἡ ἀρχὴ βλέπει.