Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 4

45 κἀκεῖνο Ἀπολλωνίου θαῦμα· κόρη ἐν ὥρᾳ γάμου τεθνάναι ἐδόκει καὶ ὁ νυμφίος ἠκολούθει τῇ κλίνῃ βοῶν ὁπόσα ἐπʼ ἀτελεῖ γάμῳ, ξυνωλοφύρετο δὲ καὶ ἡ Ῥώμη, καὶ γὰρ ἐτύγχανεν οἰκίας ἡ κόρη τελούσης ἐς ὑπάτους. παρατυχὼν οὖν ὁ Ἀπολλώνιος τῷ πάθει κατάθεσθε ἔφη τὴν κλίνην, ἐγὼ γὰρ ὑμᾶς τῶν ἐπὶ τῇ κόρῃ δακρύων παύσω. καὶ ἅμα ἤρετο, ὅ τι ὄνομα αὐτῇ εἴη. οἱ μὲν δὴ πολλοὶ ᾤοντο λόγον ἀγορεύσειν αὐτόν, οἷοι τῶν λόγων οἱ ἐπικήδειοί τε καὶ τὰς ὀλοφύρσεις ἐγείροντες, ὁ δὲ οὐδὲν ἀλλʼ ἢ προσαψάμενος αὐτῆς καί τι ἀφανῶς ἐπειπὼν ἀφύπνισε τὴν κόρην τοῦ δοκοῦντος θανάτου, καὶ φωνήν τε ἡ παῖς ἀφῆκεν ἐπανῆλθέ τε ἐς τὴν οἰκίαν τοῦ πατρός, ὥσπερ ἡ Ἄλκηστις ὑπὸ τοῦ Ἡρακλέους ἀναβιωθεῖσα. δωρουμένων δὲ αὐτῷ τῶν ξυγγενῶν τῆς κόρης μυριάδας δεκαπέντε φερνὴν ἔφη ἐπιδιδόναι αὐτὰς τῇ παιδί. καὶ εἴτε σπινθῆρα τῆς ψυχῆς εὗρεν ἐν αὐτῇ, ὃς ἐλελήθει τοὺς θεραπεύοντας — λέγεται γάρ, ὡς ψεκάζοι μὲν ὁ Ζεύς, ἡ δὲ ἀτμίζοι ἀπὸ τοῦ προσώπου — εἴτʼ ἀπεσβηκυῖαν τὴν ψυχὴν ἀνέθαλψέ τε καὶ ἀνέλαβεν, ἄρρητος ἡ κατάληψις τούτου γέγονεν οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ τοῖς παρατυχοῦσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi