Kitap 4
7
σπουδῇ δὲ ὁρῶν τοὺς Σμυρναίους ἁπάντων ἁπτομένους λόγων ἐπερρώννυε καὶ σπουδαιοτέρους ἐποίει, φρονεῖν τε ἐκέλευεν ἐφʼ ἑαυτοῖς μᾶλλον ἢ τῷ τῆς πόλεως εἴδει, καὶ γάρ, εἰ καὶ καλλίστη πόλεων, ὁπόσαι ὑπὸ ἡλίῳ εἰσί, καὶ τὸ πέλαγος οἰκειοῦται, ζεφύρου τε πηγὰς ἔχει, ἀλλʼ ἀνδράσιν ἐστεφανῶσθαι αὐτὴν ἥδιον ἢ στοαῖς τε καὶ γραφαῖς καὶ χρυσῷ πλείονι τοῦ ὄντος. τὰ μὲν γὰρ οἰκοδομήματα ἐπὶ ταὐτοῦ μένειν οὐδαμοῦ ὁρώμενα πλὴν ἐκείνου τοῦ μέρους τῆς γῆς, ἐν ᾧ ἐστιν, ἄνδρας δὲ ἀγαθοὺς πανταχοῦ μὲν ὁρᾶσθαι, πανταχοῦ δὲ φθέγγεσθαι, τὴν δὲ πόλιν, ἧς γεγόνασιν, ἀποφαίνειν τοσαύτην, ὅσοι περ αὐτοὶ γῆν ἐπελθεῖν δύνανται. ἔλεγε δὲ τὰς μὲν πόλεις τὰς οὕτω καλὰς ἐοικέναι τῷ τοῦ Διὸς ἀγάλματι, ὃς ἐν Ὀλυμπίᾳ τῷ Φειδίᾳ ἐκπεποίηται, καθῆσθαι γὰρ αὐτὸ — οὕτως τῷ δημιουργῷ ἔδοξε — τοὺς δὲ ἄνδρας ἐπὶ πάντα ἥκοντας μηδὲν ἀπεοικέναι τοῦ Ὁμηρείου Διός, ὃς ἐν πολλαῖς ἰδέαις Ὁμήρῳ πεποίηται θαυμασιώτερον ξυγκείμενος τοῦ ἐλεφαντίνου· τὸν μὲν γὰρ ἐν γῇ φαίνεσθαι, τὸν δὲ ἐς πάντα ἐν τῷ οὐρανῷ ὑπονοεῖσθαι.