Kitap 4
12
ὁ δὲ Ἀπολλώνιος περὶ ὄρθρον ἥκων ποῦ ἔφη Ἀντισθένης ὁ Πάριος; ἑβδόμην δὲ οὗτος ἡμέραν ἐτύγχανεν ἤδη προσπεφοιτηκὼς αὐτῷ ἐν Ἰλίῳ. ὑπακούσαντος δὲ τοῦ Ἀντισθένους προσήκεις τι, ἔφη ὦ νεανία, τῇ Τροίᾳ; σφόδρα, εἶπεν εἰμὶ γὰρ δὴ ἄνωθεν Τρώς. ἦ καὶ Πριαμίδης; νὴ Δίʼ, εἶπεν ἐκ τούτου γὰρ δὴ ἀγαθός τε οἶμαι κἀξ ἀγαθῶν εἶναι. εἰκότως οὖν ἔφη ὁ Ἀχιλλεὺς ἀπαγορεύει μοι μὴ ξυνεῖναί σοι, κελεύσαντος γὰρ αὐτοῦ πρεσβεῦσαί με πρὸς τοὺς Θετταλοὺς περὶ ὧν αἰτιᾶται σφᾶς, ὡς ἠρόμην, τί ἂν πρὸς τούτῳ ἕτερον πρὸς χάριν αὐτῷ πράττοιμι, τὸ μειράκιον ἔφη τὸ ἐκ Πάρου μὴ ποιούμενος ξυνέμπορον τῆς ἑαυτοῦ σοφίας, Πριαμίδης τε γὰρ ἱκανῶς ἐστι καὶ τὸν Ἕκτορα ὑμνῶν οὐ παύεται.