Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 5

27 Οὐεσπασιανοῦ δὲ τὴν αὐτοκράτορα ἀρχὴν περινοοῦντος περὶ τὰ ὅμορα τῇ Αἰγύπτῳ ἔθνη καὶ προχωροῦντος ἐπὶ τὴν Αἴγυπτον Δίωνες μὲν καὶ Εὐφρᾶται, περὶ ὧν μικρὸν ὕστερον εἰρήσεται, χαίρειν παρεκελεύοντο· μετὰ γὰρ τὸν πρῶτον αὐτοκράτορα, ὑφʼ οὗ τὰ Ῥωμαίων διεκοσμήθη, τυραννίδες οὕτω χαλεπαὶ ἴσχυσαν ἐπὶ πεντήκοντα ἔτη, ὡς μηδὲ Κλαύδιον τὰ μέσα τούτων τρισκαίδεκα ἄρξαντα χρηστὸν δόξαι· καίτοι πεντηκοντούτης μὲν ἐς τὸ ἄρχειν παρῆλθεν, ὅτε νοῦς μάλιστα ὑγιαίνει ἀνθρώπων, παιδείας δὲ ξυμπάσης ἐδόκει ἐρᾶν· ἀλλὰ κἀκεῖνος τηλικόσδε ὢν πολλὰ μειρακιώδη ἔπαθε καὶ μηλόβοτον γυναίοις τὴν ἀρχὴν ἀνῆκεν, ὑφʼ ὧν οὕτω ῥᾳθύμως ἀπέθανεν, ὡς καίτοι προγιγνώσκων, ἃ ἔμελλε πείσεσθαι, μηδʼ ἃ προῄδει, φυλάξασθαι. Ἀπολλώνιος δὲ παραπλησίως μὲν Εὐφράτῃ καὶ Δίωνι περὶ τούτων ἔχαιρε, μελέτην δʼ αὐτὰ οὐκ ἐποιεῖτο ἐς πάντας ῥητορικωτέραν ἡγούμενος τὴν τοιάνδε ἰδέαν τοῦ λόγου, προσιόντι δὲ τῷ αὐτοκράτορι τὰ μὲν ἱερὰ πρὸ πυλῶν ἀπήντα καὶ τὰ τῆς Αἰγύπτου τέλη καὶ οἱ νομοί, καθʼ οὓς Αἴγυπτος τέτμηται, φιλόσοφοί τε ὡσαύτως καὶ σοφία πᾶσα, ὁ δὲ Ἀπολλώνιος οὐδὲν ἐπολυπραγμόνει τούτων, ἀλλὰ ἐσπούδαζεν ἐν τῷ ἱερῷ. διαλεχθεὶς δὲ ὁ αὐτοκράτωρ γενναῖά τε καὶ ἥμερα καὶ διελθὼν λόγον οὐ μακρὸν ἐπιδημεῖ ἔφη ὁ Τυανεύς; ναὶ ἔφασαν βελτίους γε ἡμᾶς ἐργασάμενος. πῶς ἂν οὖν ξυγγένοιτο ἡμῖν; ἔφη σφόδρα γὰρ δέομαι τοῦ ἀνδρός. ἐντεύξεταί σοι περὶ τὸ ἱερόν, ὁ Δίων εἶπε πρὸς ἐμὲ γὰρ δεῦρο ἥκοντα ὡμολόγει ταῦτα. ἴωμεν ἔφη ὁ βασιλεὺς προσευξόμενοι μὲν τοῖς θεοῖς, ξυνεσόμενοι δὲ ἀνδρὶ γενναίῳ. ἐντεῦθεν ἀνέφυ λόγος, ὡς ἐνθύμιος μὲν αὐτῷ ἡ ἀρχὴ γένοιτο πολιορκοῦντι τὰ Σόλυμα, μεταπέμποιτο δὲ τὸν Ἀπολλώνιον ὑπὲρ βουλῆς τούτων, ὁ δὲ παραιτοῖτο ἥκειν ἐς γῆν, ἣν ἐμίαναν οἱ ἐν αὐτῇ οἰκοῦντες οἷς τε ἔδρασαν οἷς τε ἔπαθον· ὅθεν αὐτὸς ἐλθεῖν ἐς Αἴγυπτον τὴν μὲν ἀρχὴν κεκτημένος, διαλεξόμενος δὲ τῷ ἀνδρὶ ὁπόσα δηλώσω·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi