Kitap 5
32
ἐπεὶ δὲ ἐσεκλήθησαν, ὑπὲρ μὲν τῆς ἐμαυτοῦ διανοίας, εἶπεν ὦ ἄνδρες, ἀπολελόγημαι χθὲς Ἀπολλωνίῳ τῷ γενναίῳ. ἠκούσαμεν ἦ δʼ ὁ Δίων τῆς ἀπολογίας, καὶ νοῦν εἶχε. τήμερον δὲ εἶπεν ὦ φίλε Δίων, ξυμφιλοσοφήσωμεν ὑπὲρ τῶν βεβουλευμένων, ἵνʼ ὡς κάλλιστα καὶ κατὰ σωτηρίαν τῶν ἀνθρώπων πάντα πράττοιμι· ἐννοῶν γὰρ πρῶτον μὲν τὸν Τιβέριον, ὡς ἐς τὸ ἀπάνθρωπόν τε καὶ ὠμὸν τὴν ἀρχὴν μετέστησεν, εἶτα τὸν ἐπʼ ἐκείνῳ Γάιον, ὡς διονυσομανῶν καὶ λυδίζων τὴν στολὴν καὶ πολέμους νικῶν οὐκ ὄντας ἐς πάντα τὰ Ῥωμαίων αἰσχρῶς ἐβάκχευσεν, εἶτα τὸν χρηστὸν Κλαύδιον, ὡς ὑπὸ γυναίων ἡττηθεὶς ἐπελάθετο τοῦ ἄρχειν, ἀλλὰ καὶ τοῦ ζῆν, ἀπέθανε γὰρ ὑπʼ αὐτῶν, ὥς φασι, Νέρωνος δὲ τί ἂν καθαπτοίμην εἰπόντος Ἀπολλωνίου βραχὺν καὶ ἀθρόον λόγον περὶ ἀνέσεώς τε καὶ ἐπιτάσεως, αἷς Νέρων τὴν ἀρχὴν ᾔσχυνε; τί δʼ ἂν περὶ ὧν Γάλβας ξυνέταττεν, εἴποιμι, ὃς ἐπʼ ἀγορᾶς μέσης ἀπέθανεν ἡταιρημένους ἐσποιῶν ἑαυτῷ ἑαυτῷ παῖδας τὸν Ὄθωνα καὶ τὸν Πείσωνα; εἰ δὲ καὶ Βιτελίῳ τῷ πάντων ἀσελγεστάτῳ τὴν ἀρχὴν παραδοίημεν, ἀναβιῴη Νέρων· ὁρῶν οὖν, ὦ ἄνδρες, ὑφʼ ὧν εἶπον τυραννίδων διαβεβλημένον τὸ ἄρχειν ξυμβούλους ὑμᾶς ποιοῦμαι, πῶς ἂν διαθείμην αὐτὸ προσκεκρουκὸς ἤδη τοῖς ἀνθρώποις. πρὸς ταῦτα ὁ Ἀπολλώνιος αὐλητὴς ἔφη τῶν πάνυ σοφῶν τοὺς ἑαυτοῦ μαθητὰς παρὰ τοὺς φαυλοτέρους τῶν αὐλητῶν ἔπεμπε μαθησομένους, πῶς δεῖ μὴ αὐλεῖν· τὸ μὲν δή, πῶς δεῖ μὴ ἄρχειν, μεμάθηκας, ὦ βασιλεῦ, παρὰ τούτων, οἳ πονηρῶς ἦρξαν, τὸ δʼ, ὅπως δεῖ ἄρχειν, σπουδάσωμεν.