Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 5

35 σιωπὴ μὲν οὖν ἐπὶ τούτοις ἐγένετο καὶ τὸ πρόσωπον τοῦ βασιλέως ἀγῶνα ἐπεδήλου τῆς γνώμης, ἐπειδὴ πάνθʼ ὥσπερ αὐτοκράτωρ χρηματίζων τε καὶ πράττων ἀπάγεσθαι ἐδόκει τῆς βουλῆς ταύτης, καὶ ὁ Ἀπολλώνιος δοκεῖτέ μοι εἶπεν ἁμαρτάνειν ἀναλύοντες βασιλέα περὶ πραγμάτων ἤδη βεβουλευμένων, ἐς ἀδολεσχίαν καθιστάμενοι μειρακιώδη καὶ ἀργοτέραν τοῦ καιροῦ. εἰ μὲν γὰρ ἐμοὶ κεκτημένῳ δύναμιν, ὁπόσην οὗτος, καὶ βουλευομένῳ, τί δρῴην ἂν τοὺς ἀνθρώπους ἀγαθόν, ξύμβουλοι τῶν τοιούτων ἐγίγνεσθε, προὔβαινεν ἂν ὁ λόγος ὑμῖν — αἱ γὰρ φιλόσοφοι γνῶμαι τοὺς φιλοσόφους τῶν ἀκροατῶν διορθοῦνται — ἀνδρὶ δὲ ξυμβουλεύοντας ὑπάτῳ καὶ ἄρχειν εἰθισμένῳ, καὶ ᾧ ἕτοιμον, ἐπειδὰν ἐκπέσῃ τῆς ἀρχῆς, ἀπολωλέναι, τί δεῖ ἐπιπλήττειν, εἰ μὴ διωθεῖται τὰ παρὰ τῆς τύχης, ἀλλὰ δέχεται μὲν αὐτὰ ἥκοντα, βουλεύεται δέ, ὅπως χρήσεται σωφρόνως οἷς ἔχει; ὥσπερ οὖν, εἰ ἀθλητὴν ὁρῶντες εὐψυχίᾳ τε κατεσκευασμένον καὶ μήκει καὶ τὴν ἁρμονίαν τοῦ σώματος ἐπιτήδειον ἐς Ὀλυμπίαν βαδίζοντα διʼ Ἀρκαδίας ἤδη προσελθόντες ἐπὶ μὲν τοὺς ἀντιπάλους ἐρρώννυμεν, ἐκελεύομεν δὲ αὐτόν, ἐπειδὰν νικήσῃ τὰ Ὀλύμπια, μὴ κηρύττεσθαι τῆς νίκης, μηδὲ ὑπέχειν τὴν κεφεαλὴν τῷ κοτίνῳ, ληρεῖν ἂν ἐδόξαμεν ἢ παίζειν ἐς τοὺς ἑτέρων πόνους, οὕτως ἐνθυμούμενοι τὸν ἄνδρα, καὶ ὁπόση μὲν αἰχμὴ περὶ αὐτόν, ὁπόσος δὲ χαλκὸς ἀστράπτει, πλῆθος δὲ ἵππων ὅσον, αὐτὸς δὲ ὡς γενναῖός τε καὶ σώφρων καὶ πρέπων κατασχεῖν ἃ διανοεῖται, πέμπωμεν ἐφʼ ἃ ὥρμηκεν αἴσια μὲν φθεγγόμενοι πρὸς αὐτόν, εὐφημότερα δὲ τούτων παρεγγυῶντες. οὔτε γὰρ ἐκεῖνο ἐνεθυμήθητε, ὅτι δυοῖν παίδοιν πατὴρ οὗτος, οἳ στρατοπέδων ἤδη ἄρχουσιν, οἷς εἰ μὴ παραδώσει τὴν ἀρχήν, ἐχθίστοις χρήσεται, καὶ τί λοιπόν, ἀλλʼ ἢ ἐκπεπολεμῆσθαι πρὸς τὸν ἑαυτοῦ οἶκον; τὴν δὲ ἀρχὴν ὑποδεξάμενος θεραπεύσεται μὲν ὑπὸ τῶν ἑαυτοῦ παίδων, στηρίξεται δὲ ἐπʼ αὐτῶν καὶ ἐπʼ αὐτοῦ οἱ παῖδες, δορυφόροις δὲ αὑτοῦ χρήσεται, μὰ Δίʼ, οὐ μεμισθωμένοις, οὐδʼ ἠναγκασμένοις, οὐδὲ πλαττομένοις εὔνουν πρόσωπον, ἀλλʼ ἐπιτηδειοτάτοις τε καὶ φιλτάτοις. ἐμοὶ πολιτείας μὲν οὐδεμιᾶς μέλει, ζῶ γὰρ ὑπὸ τοῖς θεοῖς, τὴν δὲ τῶν ἀνθρώπων ἀγέλην οὐκ ἀξιῶ φθείρεσθαι χήτει βουκόλου δικαίου τε καὶ σώφρονος. ὥσπερ γὰρ εἷς ἀρετῇ προὔχων μεθίστησι τὴν δημοκρατίαν ἐς τὸ ἑνὸς ἀνδρὸς τοῦ ἀρίστου ἀρχὴν φαίνεσθαι, οὕτως ἡ ἑνὸς ἀρχὴ πάντα ἐς τὸ ξυμφέρον τοῦ κοινοῦ προορῶσα δῆμός ἐστιν. οὐ κατέλυσας, φησί, Νέρωνα. σὺ δὲ, Εὐφρᾶτα; Δίων δέ; ἐγὼ δέ; ἀλλʼ ὅμως οὐδεὶς ἡμῖν ἐπιπλήττει τοῦτο, οὐδʼ ἡγεῖται δειλούς, εἰ φιλοσόφων ἀνδρῶν μυρίας ἤδη καθελόντων τυραννίδας ἀπελείφθημεν ἡμεῖς τοῦ δόξαι ὑπὲρ ἐλευθερίας τι πράττειν. καίτοι τό γε ἐπʼ ἐμοὶ καὶ παρεταττόμην πρὸς Νέρωνα, πολλὰ μὲν κακοήθως διαλεχθεὶς καὶ τὸν ὠμότατον Τιγελλῖνον ἐπικόψας ἀκούοντα, ἃ δὲ περὶ τὰ ἑσπέρια τῶν χωρίων ὠφέλουν Βίνδικα, Νέρωνι δήπου ἐπετείχιζον. ἀλλʼ οὔτε ἐμαυτὸν διὰ ταῦτα φήσω καθῃρηκέναι τὸν τύραννον, οὔτε ὑμᾶς, ἐπεὶ μὴ ταῦτʼ ἐπράττετε, μαλακωτέρους ἡγήσομαι τοῦ φιλοσοφίᾳ προσήκοντος. ἀνδρὶ μὲν οὖν φιλοσόφῳ τὸ ἐπὶ νοῦν ἐλθὸν εἰρήσεται, ποιήσεται δέ, οἶμαι, λόγον τοῦ μή τι ἀνοήτως ἢ μανικῶς εἰπεῖν· ὑπάτῳ δʼ ἐνθυμουμένῳ καταλῦσαι τύραννον πρῶτον μὲν δεῖ βουλῆς πλείονος, ἵνʼ ἐξ ἀφανοῦς προσβαίη τοῖς πράγμασιν, εἶτʼ ἐπιτηδείου σχήματος ἐς τὸ μὴ παρορκεῖν δοκεῖν. εἰ γὰρ ἐπʼ αὐτόν, ὃς ἀπέφηνεν αὐτὸν στρατηγὸν καὶ ᾧ τὰ βέλτιστα βουλεύσειν τε καὶ πράξειν ὤμοσε, μέλλοι χρήσεσθαι τοῖς ὅπλοις, ἀπολογεῖσθαι δήπου τοῖς θεοῖς δεῖ πρότετον, ὡς ξὺν ὁσίᾳ ἐπιορκοῦντα, φίλων τε δεῖ πλειόνων, οὐ γὰρ ἀχαρακώτους γε, οὐδὲ ἀφράκτους χρὴ τὰ τοιαῦτα πράττειν, καὶ χρημάτων ὡς πλείστων, ἵνʼ ὑποποιήσαιτο τὰς δυνάμεις καὶ ταῦτα ἐπιτιθέμενος ἀνθρώπῳ τὰ ἐν πάσῃ τῇ γῇ κεκτημένῳ. τριβὴ δὲ ὅση περὶ ταῦτα, ὅσοι δὲ χρόνοι. καὶ ταῦτα μὲν ἐκδέχεσθε, ὅπη βούλεσθε, μὴ γὰρ ἐς ἔλεγχον ἴωμεν ὧν ἐνεθυμήθη μέν, ὡς εἰκός, οὗτος, ἡ τύχη δὲ οὐδὲ ἀγωνισαμένῳ ξυνέλαβε· πρὸς δὲ ἐκεῖνο τί ἐρεῖτε; τὸν γὰρ χθὲς ἄρχοντα καὶ στεφανούμενον μὲν ὑπὸ τῶν πόλεων ἐν τοῖς δεῦρο ἱεροῖς, χρηματίζοντα δὲ λαμπρῶς καὶ ἀφθόνως, τοῦτον κελεύετε δημοσίᾳ κηρύττειν τήμερον, ὡς ἰδιώτης μὲν εἴη λοιπόν, παρανοῶν δὲ ἐπὶ τὴν ἀρχὴν ἦλθεν; ὥσπερ γὰρ ἐπιτελῶν τὰ δεδογμένα προθύμους δορυφόρους, οἷς πιστεύων ταῦτʼ ἐνεθυμήθη, παραστήσεται, οὕτως ἐς τὸ μεθίστασθαι τῶν δοξάντων ἥκων πολεμίῳ τῷ μετὰ ταῦτα ἀπιστουμένῳ χρήσεται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi