Kitap 5
42
θαυμάσιον Ἀπολλωνίου κἀκεῖνο ἐν Αἰγύπτῳ ἔδοξε· λέοντα ἥμερον ἀπὸ ῥυτῆρος ἦγέ τις, ὥσπερ κύνα, ὁ δὲ οὐ μόνον τὸν ἄγοντα ᾔκαλλεν, ἀλλὰ καὶ ὅστις προσέλθοι, καὶ ἤγειρε μὲν πολλαχοῦ τῶν πόλεων, παρῄει δὲ καὶ ἐς τὰ ἱερὰ ὑπὸ τοῦ καθαρὸς εἶναι· οὐδὲ γὰρ τὸ τῶν θυομένων αἷμα ἀνελιχμᾶτο, οὐδʼ ἐπὶ τὰ δερόμενά τε καὶ ῥαχιζόμενα τῶν ἱερείων ᾖττεν, ἀλλὰ μελιττούταις διήγετο καὶ ἄρτοις καὶ τραγήμασι καὶ κρεῶν τοῖς ἑφθοῖς, ἐντυχεῖν δὲ ἦν αὐτῷ καὶ οἶνον πίνοντι μὴ μεθισταμένῳ τοῦ ἤθους. προσελθὼν δὲ τῷ Ἀπολλωνίῳ καθημένῳ ἐς τὸ ἱερὸν τοῖς τε γόνασιν αὐτοῦ προσεκνυζᾶτο καὶ ἐλιπάρει παρὰ πάντας ἀνθρώπους, ὡς μὲν οἱ πολλοὶ ᾤοντο, μισθοῦ ἕνεκα, ὁ δὲ Ἀπολλώνιος δεῖταί μου ἔφη ὁ λέων ἀναδιδάξαι ὑμᾶς, ὅτου ἀνθρώπου ψυχὴν ἔχει· ἔστι τοίνυν Ἄμασις οὗτος, ὁ βασιλεὺς Αἰγύπτου περὶ τὸν Σαίτην νομόν. ἐπεὶ δʼ ἤκουσεν ὁ λέων ταῦτα, ἀνεβρυχήσατο ἐλεεινὸν καὶ θρηνῶδες καὶ ὠλοφύρατο ξυνοκλάσας, δάκρυα ἱεὶς αὐτά. καταψῶν οὖν αὐτὸν ὁ Ἀπολλώνιος δοκεῖ ἔφη πέμπειν τὸν λέοντα ἐς Λεοντόπολιν ἀνακεισόμενον τῷ ἱερῷ, βασιλέα γὰρ ἐς τὸ βασιλικώτατον τῶν θηρίων μεταβαλόντα οὐκ ἀξιῶ ἀγείρειν, καθάπερ τοὺς πτωχοὺς τῶν ἀνθρώπων. ἐντεῦθεν οἱ ἱερεῖς ξυνελθόντες ἔθυσαν τῷ Ἀμάσιδι καὶ κοσμήσαντες τὸ θηρίον στρεπτῷ καὶ ταινίαις παρέπεμπον ἐς τὴν Αἴγυπτον αὐλοῦντες καὶ ὑμνοῦντες καὶ ἐπʼ αὐτῷ ᾅδοντες.