Kitap 5
10
σπουδὴν δὲ ποιουμένου τοῦ τὴν Βαιτικὴν ἐπιτροπεύοντος ἐς ξυνουσίαν τῷ Ἀπολλωνίῳ ἐλθεῖν ὁ μὲν ἀηδεῖς ἔφη τὰς ξυνουσίας τὰς ἑαυτοῦ φαίνεσθαι τοῖς μὴ φιλοσοφοῦσιν, ὁ δὲ προσέκειτο αἰτῶν τοῦτο· ἐπεὶ δὲ χρηστός τε εἶναι ἐλέγετο καὶ διαβεβλημένος πρὸς τοὺς Νέρωνος μίμους, γράφει πρὸς αὐτὸν ἐπιστολὴν ὁ Ἀπολλώνιος, ἵνʼ ἐς τὰ Γάδειρα ἔλθοι, ὁ δὲ ἀφελὼν τὸν τῆς ἀρχῆς ὄγκον ξὺν ὀλίγοις καὶ ἑαυτῷ ἐπιτηδειοτάτοις ἦλθεν. ἀσπασάμενοι δὲ ἀλλήλους καὶ μεταστησάμενοι τοὺς παρόντας ὅ τι μὲν διελέχθησαν, οὐδεὶς οἶδε, τεκμαίρεται δὲ ὁ Δάμις ἐπὶ Νέρωνα ξυμβῆναι σφᾶς. τριῶν γὰρ ἡμερῶν ἰδίᾳ σπουδάσαντες ὁ μὲν ἀπῄει περιβαλὼν τὸν Ἀπολλώνιον, ὁ δὲ ἔρρωσο ἔφη καὶ μέμνησο τοῦ Βίνδικος. τί δὲ τοῦτο ἦν; ἐπὶ Νέρωνα ἐν Ἀχαίᾳ ᾅδοντα τὰ ἔθνη τὰ ἑσπέρια λέγεται κινῆσαι Βίνδιξ ἀνὴρ οἷος ἐκτεμεῖν τὰς νευράς, ἃς Νέρων ἀμαθῶς ἔψαλλε, πρὸς γὰρ τὰ στρατόπεδα, οἷς ἐπετέτακτο, λόγον κατʼ αὐτοῦ διῆλθεν, ὃν ἐκ πάνυ γενναίας φιλοσοφίας ἐπὶ τύραννον ἄν τις πνεύσειεν· ἔφη γὰρ Νέρωνα εἶναι πάντα μᾶλλον ἢ κιθαρῳδὸν καὶ κιθαρῳδὸν μᾶλλον ἢ βασιλέα. προφέρειν δὲ αὐτῷ μανίαν μὲν καὶ φιλοχρηματίαν καὶ ὠμότητα καὶ ἀσέλγειαν πᾶσαν, τὸ δὲ ὠμότατον τῶν ἐκείνου μὴ προφέρειν αὐτῷ· τὴν γὰρ μητέρα ἐν δίκῃ ἀπεκτονέναι, ἐπειδὴ τοιοῦτον ἔτεκε. ταῦτʼ οὖν ὡς ἔσται, προγιγνώσκων ὁ Ἀπολλώνιος ξυνέταττε τῷ Βίνδικι ὅμορον ἄρχοντα μονονουχὶ ὅπλα ὑπὲρ τῆς Ῥώμης τιθέμενος.
11
φλεγμαινόντων δὲ τῶν περὶ τὴν ἑσπέραν τρέπονται τὸ ἐντεῦθεν ἐπὶ Λιβύην καὶ Τυρρηνοὺς καὶ τὰ μὲν πεζῇ βαδίζοντες, τὰ δὲ ἐπὶ πλοίων πορευόμενοι κατίσχουσιν ἐν Σικελίᾳ, οὗ τὸ Λιλύβαιον. παραπλεύσαντες δὲ ἐπὶ Μεσσήνην τε καὶ πορθμόν, ἔνθα ὁ Τυρρηνὸς Ἀσρίᾳ ξυμβάλλων χαλεπὴν ἐργάζονται τὴν χάρυβδιν, ἀκοῦσαί φασιν, ὡς Νέρων μὲν πεφεύγοι, τεθνήκοι δὲ Βίνδιξ, ἅπτοιντο δὲ τῆς ἀρχῆς οἱ μὲν ἐξ αὐτῆς Ῥώμης, οἱ δὲ ὁπόθεν τύχοι τῶν ἐθνῶν. ἐρομένων δὲ αὐτὸν τῶν ἑταίρων, οἷ προβήσοιτο ταῦτα καὶ ὅτου λοιπὸν ἡ ἀρχὴ ἔσοιτο, πολλῶν εἶπε Θηβαίων. τὴν γὰρ ἰσχύν, ᾗ πρὸς ὀλίγον Βιτέλιος τε καὶ Γάλβας καὶ Ὄθων ἐχρήσαντο, Θηβαίοις εἴκασεν, οἳ χρόνον κομιδῇ βραχὺν ἤχθησαν ἐς τὰ τῶν Ἑλλήνων πράγματα.