Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 6

17 τοιαῦτα εἴραντος τοῦ Νείλου καὶ οὕτω νεανικὰ ὑπολαβὼν ὁ Ἀπολλώνιος ὑπὲρ μισθοῦ δὲ εἶπεν οὐ διαλέξῃ μοι πρότερον σοφίας γε ἐρῶν τῆς ἐμῆς; διαλεγώμεθα ἦ δʼ ὁ Νεῖλος καὶ ὅ τι βούλει, αἴτει. αἰτῶ σε, εἶπεν ἃ μὲν αὐτὸς εἵλου, ᾑρῆσθαι, τοὺς δὲ Γυμνοὺς μὴ ἐνοχλεῖν ξυμβουλεύοντα ἃ μὴ πείσεις. πείσομαι ἔφη καὶ ὁμολογείσθω ὁ μισθός. ταῦτα μὲν δὴ οὕτως ἐσπούδασαν, ἐρομένου δʼ αὐτὸν μετὰ ταῦτα τοῦ Νείλου, πόσου χρόνου διατρίψοι περὶ τοὺς Γυμνούς, ὁπόσου ἔφη χρόνου ἀξία ἡ τῶνδε σοφία τῷ ξυνεσομένῳ σφίσιν, εἶτα ἐπὶ Καταδούπων τὴν ὁδὸν ποιησόμεθα τῶν πηγῶν ἕνεκα, χαρίεν γὰρ τὸ μὴ μόνον ἰδεῖν τὰς τοῦ Νείλου ἀρχάς, ἀλλὰ καὶ κελαδοῦντος αὐτοῦ ἀκοῦσαι.
18 ὧδε διαλεχθέντες καί τινων Ἰνδικῶν μνημονεύσαντες ἐκάθευδον ἐν τῇ πόᾳ, ἅμα δὲ τῇ ἡμέρᾳ προσευξάμενοι τὰ εἰωθότα εἵποντο τῷ Νείλῳ παρὰ τὸν Θεσπεσίωνα αὐτοὺς ἄγοντι· προσειπόντες οὖν ἀλλήλους καὶ ξυνιζήσαντες ἐν τῷ ἄλσει διαλέξεως ἥπτοντο, ἦρχε δʼ αὐτῆς ὁ Ἀπολλώνιος· ὡς μὲν γὰρ πολλοῦ ἔφη ἄξιον τὸ μὴ κρύπτειν σοφίαν, δηλοῦσιν οἱ χθὲς λόγοι· διδαξαμένων γάρ με Ἰνδῶν, ὁπόσα τῆς ἐκείνων σοφίας ᾤμην προσήκειν ἐμοί, μέμνημαί τε τῶν ἐμαυτοῦ διδασκάλων καὶ περίειμι διδάσκων, ἃ ἐκείνων ἤκουσα, καὶ ὑμῖν δʼ ἂν ἐν κέρδει γενοίμην, εἴ με καὶ τὴν ὑμετέραν σοφίαν εἰδότα πέμποιτε, οὐ γὰρ ἂν παυσαίμην Ἕλλησί τε διιὼν τὰ ὑμέτερα καὶ Ἰνδοῖς γράφων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi