Thesauros Edebiyat biography Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον

Τὰ ἐς τὸν Τυανέα Ἀπολλώνιον Philostratus the Athenian 2nd/3rd cent

Kitap 6

22 τοσαῦτα ὁ Δάμις διαλεχθῆναί φησιν αὐτοὺς ὑπὲρ ἀνδρὸς δικαίου, καὶ τὸν Ἀπολλώνιον ξυμφῆσαι τῷ λόγῳ, τοῖς γὰρ ὑγιῶς λεγομένοις ξυμβαίνειν. φιλοσοφήσαντες δὲ καὶ περὶ ψυχῆς, ὡς ἀθάνατος εἴη, καὶ περὶ φύσεως παραπλήσια ταῖς Πλάτωνος ἐν Τιμαίῳ δόξαις, περί τε τῶν παρʼ Ἕλλησι νόμων πλείω διαλεχθέντες ἐμοὶ εἶπεν ὁ Ἀπολλώνιος ἡ δεῦρο ὁδὸς ὑμῶν τε ἕωεκα καὶ τῶν τοῦ Νείλου πηγῶν ἐγένετο, ἃς μέχρι μὲν Αἰγύπτου προελθόντι ξυγγνώμη ἀγνοῆσαι, προχωρήσαντι δὲ ἐπʼ Αἰθιοπίαν, ὃν ἐγὼ τρόπον, κἂν ὄνειδος φέροι τὸ παρελθεῖν αὐτὰς καὶ μὴ ἀρύσασθαί τινας αὐτῶν λόγους. ἴθι χαίρων ἔφη καὶ ὅ τι σοι φίλον, εὔχου ταῖς πηγαῖς, θεῖαι γάρ. ἡγεμόνα δὲ οἶμαι ποιήσῃ τὸν πάλαι Ναυκρατίτην, νῦν δὲ Μεμφίτην, Τιμασίωνα, τῶν τε γὰρ πηγῶν ἐθὰς οὗτος καὶ οὕτω τι καθαρός, ὡς μὴ δεῖσθαι τοῦ ῥαίνεσθαι. σοὶ δέ, ὦ Νεῖλε, βουλόμεθα ἐφʼ ἑαυτῶν διαλεχθῆναί τι. ὁ μὲν δὴ νοῦς τῶν λόγων οὐκ ἀφανὴς ἦν τῷ Ἀπολλωνίῳ, ξυνίει γὰρ αὐτῶν δυσχερῶς διακειμένων, ἐπειδὴ ἤρα αὐτοῦ ὁ Νεῖλος, ἐξιστάμενος δὲ αὐτοῖς τῆς διαλέξεως ἀπῄει συσκευασόμενος, ὡς ἐξελῶν ἅμα τῇ ἕῳ, μετʼ οὐ πολὺ δὲ ἥκων ὁ Νεῖλος, ἀπήγγειλε μὲν οὐδὲν ὧν ἤκουσεν, ἐφʼ ἑαυτοῦ δὲ θαμὰ ἐγέλα· ἠρώτα δʼ οὐδεὶς ὑπὲρ τοῦ γέλωτος, ἀλλʼ ἐφείδοντο τοῦ ἀπορρήτου.
23 τότε μὲν δὴ δειπνήσαντες καὶ διαλεχθέντες οὐχ ὑπὲρ μεγάλων αὐτοῦ ἐκοιμήθησαν, ἅμα δὲ τῇ ἡμέρᾳ τοὺς Γυμνοὺς προσειπόντες ἐπορεύοντο τὴν ἐς τὰ ὄρη τείνουσαν ἀριστεροὶ τοῦ Νείλου, τάδε ὁρῶντες λόγου ἄξια· οἱ Κατάδουποι γεώδη ὄρη καὶ παραπλήσια τῷ Λυδῶν Τμώλῳ, κατάρρους δὲ ἀπʼ αὐτῶν φέρεται Νεῖλος, ἣν ἐπισπᾶται γῆν ποιῶν Αἴγυπτον. ἡ δὲ ἠχὼ τοῦ ῥεύματος καταρρηγνυμένου τῶν ὀρῶν καὶ ψόφῳ ἅμα ἐς τὸν Νεῖλον ἐκπίπτοντος χαλεπὴ δοκεῖ καὶ οὐκ ἀνεκτὴ ἀκοῦσαι, καὶ πολλοὶ τῶν πρόσω τοῦ μετρίου προελθόντες ἀνέζευξαν ἀποβαλόντες τὸ ἀκούειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi